Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1448
Not analysed yet
ἔστιν ἐπίγνωσις τῷ Ὑψίστῳ; Ὁ μὲν γὰρ Θεὸς, φησὶν, ἐκεῖνα ὑπέσχετο· οὗτοι δὲ παρ' ἑαυτοῖς ἐλογίζοντο, μήτε ἐφορᾷν τὸν Θεὸν, μήτε τι τῶν γινομένων εἰδέναι. Εἶτα δείξας διὰ τούτων τὴν ἐκείνων ἀσέβειαν, τοὺς οἰκείους ἐκφέρει λογισμούς. ιβʹ. «Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ, καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλοῦτον.» Παρανομίᾳ συζῶντες ἀφθόνως ἀπολαύουσι τῶν ἀγαθῶν, καὶ ἄτρεπτον ἔχουσι τὴν εὐκληρίαν· τὸ γὰρ εἰς τὸν αἰῶνα κατὰ τὸν παρόντα βίον λέγει· πολλάκις γὰρ καὶ τὴν τοῦ ἀνθρώπου ζωὴν αἰῶνα καλεῖ· «Ὁ αἰὼν γὰρ ἡμῶν, φησὶν, εἰς φωτισμὸν τοῦ προσώπου σου.» ιγʹ. «Καὶ εἶπα· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου;» Ἐγὼ δὲ ὁρῶν αὐτοὺς εὐωχουμένους, καὶ ἐπὶ πλούτῳ βρενθυομένους, ἐνεθυμούμην, Μὴ ἀκερδὴς ἄρα τῆς δικαιοσύνης ἡ κτῆσις; «Καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου.» Τοιγαροῦν ἐκέρδανα, φησὶ, πόῤῥω τῶν πονηρίᾳ συζώντων γενόμενος· τὸ γὰρ, «Ἐνιψάμην ἐν ἀθώοις,» ἀντὶ τοῦ, Ἀθῶον ἐμαυτὸν ἐφύλαξα, καὶ οὐ κεκοινώνηκα τοῖς κακοῖς. ιδʹ. «Καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας.» Ἐπιμεληθεὶς δικαιοσύνης, καὶ τῆς κακίας τὴν κοινωνίαν φυγὼν, καὶ αἰκίζομαι, καὶ παροινοῦμαι καθ' ἑκάστην ἡμέραν. ιεʹ. «Εἰ ἔλεγον· Διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκας.» Τοὺς ἄλλους, φησὶ, καταλιπὼν λογισμοὺς, τοῦτο παρ' ἐμαυτῷ ἐνεθυμούμην· Μὴ ἄρα τὰς πρὸς ἡμᾶς συνθήκας διέλυσεν ὁ Θεός; τὸ γὰρ ἠσυνθέτηκας, ἀντὶ τοῦ, ἢ παρέβης τὰς συγκειμένας συνθήκας; Υἱοὺς δὲ καλοῦσιν ἑαυτοὺς, ὡς τοῦ Θεοῦ τοῦτο αὐτοὺς ὀνομάσαντος· «Υἱὸς πρωτότοκός μου Ἰσραήλ.» Καὶ, «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα.» ιϛʹ, ιζʹ. «Καὶ ὑπέλαβον τοῦ γνῶναι· τοῦτο κόπος ἐστὶν ἐνώπιόν μου. Ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ· καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.» Ἀλλ' ἐκείνους, φησὶ, καταλιπὼν τοὺς λογισμοὺς, ἐσκόπουν, ὅτι κόποις με καὶ ταλαιπωρίαις συνεκλήρωσεν ὁ Θεὸς, δίκας τῶν πεπλημμελημένων εἰσπραττόμενος· ἐπανήξω δὲ ὅμως, καὶ τὸν ἡγιασμένον αὐτοῦ νεὼν ὄψομαι, καὶ τὸ κακὸν τούτων θεωρήσω τέλος. Εἶτα διὰ τῆς θείας τοῦτο προδιδάσκεται χάριτος.