Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1449
Not analysed yet
ιηʹ—κʹ. «Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον· ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. Ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων.» Ταῦτα πάντα ἐπὶ τοῦ Κύρου Βαβυλωνίοις συνέβη· ἐκείνους μὲν γὰρ ἐξανδραποδίσας κατεδουλώσατο, Ἰουδαίοις δὲ τὴν ἐπάνοδον ἐδωρήσατο. Εἰκότως δὲ αὐτῶν ὀνείρῳ τὴν εὐημερίαν ἀπείκασεν· οὐδὲν γὰρ ἐνυπνίου διενήνοχεν ἡ τοῦ παρόντος βίου σκηνή. Καὶ τοῦτο καὶ ἐξ αὐτῶν τῶν Βαβυλωνίων ῥᾴδιον κατιδεῖν. Οἱ γὰρ πρὸ βραχέος ἀλαζονευόμενοι, καὶ βρενθυόμενοι, ὡς τῆς οἰκουμένης ἁπάσης κεκρατηκότες, τὴν μὲν δυναστείαν ἐξαίφνης ἀπέβαλον, εἰς ἐσχάτην δὲ δουλείαν μετέπεσον. «Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.» Ἡ εἰκὼν πρόσκαιρον ἔχει τὸ ἄνθος. Εἰκόνι τοίνυν ἀπεικάζει τῶν Βαβυλωνίων τὴν δυναστείαν, εἰς ὀλίγον ἀρκέσασαν χρόνον· ταύτην δὲ, φησὶ, σὺ ἐξουδενώσεις, τῆς εἰς τὴν σὴν πόλιν δυσσεβείας εἰσπραττόμενος δίκας. καʹ. «Ὅτι ἐξεκαύθη ἡ καρδία μου.» Ταῦτα, φησὶν, ἐλογιζόμην, ὑπὸ τῆς ἐκείνων παρανομίας πυρποληθείς· ἀνέλαβε γὰρ τὸ προοίμιον, Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, καὶ ὅπερ ἐκεῖ ζῆλον ἐκάλεσε, τοῦτο ἐνταῦθα καρδίας ἔκκαυσιν. «Καὶ οἱ νεφροί μου ἠλλοιώθησαν.» Νεφροὺς, ὡς πολλάκις ἔφην, τοὺς λογισμοὺς ὀνομάζει. Εὐσεβεῖς, φησὶν, ἔχων τοὺς λογισμοὺς, μικροῦ δεῖν ἐξετράπην διὰ τὴν ἐκείνων ἀλαζονείαν. κβʹ. «Κἀγὼ ἐξουδενωμένος, καὶ οὐκ ἔγνων.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκεν· Ἤμην δὲ ἀνεπιστήμων, καὶ μὴ εἰδώς. Τοῦτο τὸ πάθος ἔπαθον ἐξ ἀγνοίας, οὐκ εἰδώς σου τὰ κρίματα. «Κτηνώδης ἐγενήθην παρὰ σοί. [κγʹ] Κἀγὼ διὰ παντὸς μετὰ σοῦ.» Ἀλλ' οὐκ ἔτι τοῦτο πείσομαι, οὐδὲ ζητῆσαί τι ἢ περιεργάσασθαι τῶν ὑπὸ τῆς σῆς σοφίας οἰκονομουμένων ἀνέξομαι· ἀλλὰ κτήνει παραπλησίως, τοῖς σοῖς ἕψομαι νεύμασιν. Οὕτω γὰρ τῆς σῆς προνοίας οὐ χωρισθήσομαι. Καθάπερ γὰρ τὸ κτῆνος ἀκολουθεῖ τῷ ἄγοντι, μὴ πε-