Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1452
Not analysed yet
ριεργαζόμενον ᾗπερ ἂν ἄγηται, οὕτως ὑπὸ τῆς σῆς κυβερνώμενος χάριτος, ἀκολουθήσω κἀγὼ, μὴ πολυπραγμονῶν σου τὴν πρόνοιαν. «Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου. [κδʹ] Καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με.» Ἐντεῦθεν τὰ κατὰ τὴν ἐπάνοδον λέγει, ὅτι καθάπερ πατὴρ ἤπιος παῖδα πεπλανημένον εὑρὼν, τῆς τούτου λαβόμενος δεξιᾶς, εἰς τὴν οἰκίαν ἐπανάγει· οὕτω με εἰς τὴν πατρῴαν ἐπανήγαγες γῆν, τῆς μὲν δουλείας ἐλευθερώσας, ῥᾳδίαν δέ μοι τὴν διὰ τῶν ἐθνῶν διάβασιν χαρισάμενος, εὐκλεᾶ τε καὶ ἔνδοξον ἀπέφηνας. κεʹ. «Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;» Ὁ δὲ Ἀκύλας, σαφέστερον· Τίς μοι ἐν τῷ οὐρανῷ; καὶ μετὰ σοῦ οὐκ ἠβουλήθην ἐν τῇ γῇ. Ἐρωτηματικῶς τέθεικεν ἀντὶ τοῦ, Ὑπάρχει μοι ἐλπὶς ἐν τῷ οὐρανῷ. Προσεδόκησα, φησὶ, καὶ προσδοκῶ εὐμενῆ σέ μοι γενέσθαι ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Οὔτε γὰρ ἐν τῷ οὐρανῷ ἄλλον τινὰ ἔχω Θεὸν καὶ κηδεμόνα πλήν σου, οὔτε μὴν ἐν τῇ γῇ ἕτερόν σοι συντάττω, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ σε οἶδα Θεόν. [Εἴρηται μάλιστα καὶ ταῦτα ἐκ προσώπου τῶν ἐξ ἐθνῶν πεπιστευκότων τῷ Σωτῆρι· λέγει δὲ, ὅτι] Καὶ τὴν σὴν ἀσπάζομαι δεσποτείαν. κϛʹ. «Ἐξέλιπεν ἡ καρδία μου, καὶ ἡ σάρξ μου.» Τούτου χάριν σὲ ποθῶ, καὶ διψῶ, καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα, καὶ τὴν σὴν προσμένω βοήθειαν. Ὁ Θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα.» Σὲ γὰρ ἔχω καὶ μερίδα καὶ κλῆρον, καὶ ἀπόλαυσιν ἀγαθῶν. κζʹ. «Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.» Οἱ δὲ πόῤῥω σφᾶς αὐτοὺς τῆς σῆς ποιοῦντες κηδεμονίας, καὶ εἰδώλοις λατρεύειν αἱρούμενοι, καρπὸν ἕξουσι τῆς ἀποστάσεως ὄλεθρον. Πορνείαν γὰρ ἐνταῦθα τὴν εἰδωλολατρείαν καλεῖ. Οὕτω καὶ διὰ τοῦ Ἱερεμίου φησὶν ὁ Θεός· «Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ· καὶ εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε.» Καὶ πάλιν· «Καὶ ἐμοίχευσε τὸ ξύλον, καὶ τὸν λίθον·» ἀντὶ τοῦ· Ἐμὲ τὸν νυμφίον καταλιποῦσα, ἐλάτρευσε τοῖς μὴ οὖσι θεοῖς. Καὶ ἐνταῦθα τοίνυν πορνείαν τὴν τῶν εἰδώλων λατρείαν ἐκάλεσε. Τοῦτο μέντοι οὐ περὶ Βαβυλωνίων εἴρηκεν, ἀλλὰ περὶ τῶν διὰ τὴν ἀσέβειαν αἰχμαλώτων γεγενημένων. Οὗτοι γὰρ τὸν