Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1453
Not analysed yet
Θεὸν ἐσχηκότες νυμφίον, ἐξεπόρνευσαν, τῶν δαιμόνων ἀσπασάμενοι τὴν δουλείαν· ἀλλὰ τῇ πείρᾳ σωφρονεῖν διδαχθέντες βοῶσιν· κηʹ. «Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου.» Δι' αὐτῶν γὰρ τῶν πραγμάτων τὴν πεῖραν λαβὼν, ἀχώριστος ἔσομαι τοῦ σεσωκότος Θεοῦ, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι βεβαιωθήσομαι. «Τοῦ ἐξαγγεῖλαί με πάσας τὰς αἰνέσεις σου, ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.» Διὰ ταύτης γὰρ τῆς ἐλπίδος τῆς ἐπανόδου τετύχηκα, καὶ τὰς σὰς ἐν τῇ Ἱερουσαλὴμ ἐξηγοῦμαι θαυματουργίας. Ταύτην γὰρ ὠνόμασε θυγατέρα Σιών. Ὥσπερ γὰρ υἱοὺς ἀνθρώπων τοὺς ἀνθρώπους καλεῖ, οὕτω θυγατέρα Σιὼν τὴν Σιὼν ὀνομάζει. Διώνυμος δὲ ἦν ἡ πόλις· ἡ γὰρ αὐτὴ Σιὼν καὶ Ἱερουσαλὴμ ὑπὸ τῆς θείας καλεῖται Γραφῆς. ΕΡΜΗΝ. ΤΟΥ ΟΓʹ ΨΑΛΜΟΥ. αʹ. «Συνέσεως τῷ Ἀσάφ.» Τὴν ἐσομένην τῆς Ἱερουσαλὴμ πανωλεθρίαν ὁ προφητικὸς προθεσπίζων λόγος, ἐπιστῆναι καὶ συνιέναι κελεύει τοῖς ἐντυγχάνουσι τοῦ ψαλμοῦ τὴν διάνοιαν. Τινὲς μέντοι τοῖς ὑπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς γεγενημένοις προσήρμοσαν τὸν ψαλμὸν, οὔτε τῇ ἱστορίᾳ προσεσχηκότες, οὔτε τοῦ ψαλμοῦ τὴν προφητείαν ἀκριβῶς νενοηκότες. Ὁ μὲν γὰρ ψαλμὸς ἐμπρησμὸν λέγει τοῦ θείου νεὼ, καὶ κατάλυσιν οἰκιῶν, καὶ πόρθησιν τῆς πόλεως παντελῆ· ταῦτα δὲ ὑπὸ Ἀντιόχου γεγενῆσθαι παρὰ τῆς ἱστορίας οὐ μεμαθήκαμεν. Οὔτε μὴν τῇ Βαβυλωνίων ἁρμόττει πολιορκίᾳ· προφήτας γὰρ εἶχον τηνικαῦτα πολλοὺς, τὸν Ἱερεμίαν, Οὐρίαν τὸν Σαμαίου, τὸν Ἰεζεκιὴλ, Δανιήλ. Ὁ δὲ ψαλμός φησιν· «Οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.» Εἰ δὲ μήτε Βαβυλωνίοις, μήτε Μακεδόσιν ἁρμόττει, δῆλον ὅτι τὴν ὑπὸ Ῥωμαίων ἐπενεχθεῖσαν αὐτοῖς πανωλεθρίαν προαγορεύει, μεθ' ἣν οὐδεμιᾶς ἀνακλήσεως ἔτυχον, τῆς κατὰ τοῦ Σωτῆρος ἀσεβείας τίνοντες δίκας. Θαυμάσαι δὲ ἄξιον τὴν ἄῤῥητον ἀγαθότητα τοῦ Δεσπότου· ὅτι καὶ προειδὼς αὐτῶν ἀκριβῶς τὴν ἀπείθειαν, τῇ προφητείᾳ τῶν ἐσομένων κακῶν ἀποτρέπειν τῆς ἀσεβείας πειρᾶται. Δηλοῖ δὲ ὅμως καὶ αὐτὸ τοῦ Ψαλμοῦ τὸ προοίμιον, ὡς ταύτην ἡ πρόῤῥησις τὴν ὑπόθεσιν ἔχει. «Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;» Οὔτε γὰρ, ὡς ἐπὶ Βαβυλωνίων, τῇ δουλείᾳ τὸν ἑβδομηκοντούτην ὥρισας χρόνον, οὔτε ὡς ἐπὶ Ἀντιόχου, τὰ ἑπτὰ ἥμισυ ἔτη, κατὰ τὴν τοῦ Δανιὴλ προφητείαν, ἀλλ' εἰς τέλος ἀπώσω, καὶ πανωλεθρίαν κατεψηφίσω. «Ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου.» Ἐπίμονον ἔσχες τὴν κατὰ τῶν προβάτων τῶν σῶν ἀγανάκτησιν.