Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1456
Not analysed yet
βʹ. «Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς.» Ἄνωθεν καὶ ἐξ ἀρχῆς ἡμέτερος ἐπεκλήθης Θεὸς, καὶ σὸς ἐχρηματίσαμεν, Δέσποτα, λαός. «Ἐλυτρώσω ῥάβδον κληρονομίας σου.» Τῆς σῆς γὰρ ἀπολαύσαντες βοηθείας, τῆς Αἰγυπτίων ἀπηλλάγημεν δουλείας· κληρονομίαν δὲ αὐτοὺς καὶ ὁ μακάριος ἐκάλεσε Μωσῆς. «Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Ῥάβδον δὲ τὸ βασιλικὸν ὠνόμασε σκῆπτρον, ἀντὶ τοῦ, Σὴ ἐξ ἀρχῆς ἐγενόμεθα μερὶς, σὸς ὠνομάσθημεν κλῆρος, ὑπὸ τὴν σὴν ἐτελέσαμεν βασιλείαν. Οὕτω καὶ ἐν τῷ μδʹ ψαλμῷ τὸ βασιλικὸν σκῆπτρον προσηγόρευσε ῥάβδον. Ἔφη γάρ· «Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» —»Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.» Τῆς δὲ Αἰγυπτίων ἡμᾶς δουλείας ἐλευθερώσας, εἰς τὴν ἐπηγγελμένην τοῖς πατράσιν εἰσήγαγες γῆν, καὶ σαυτῷ τὸ Σιὼν ἀφιέρωσας ὄρος, ἵνα ὡς ἐν βασιλείοις τισὶν οἰκῶν, τὸν σὸν ἰθύνῃς λαόν. Ταῦτα δὲ προελέγετο, μήπω τοῦ ἐν Ἱεροσολύμοις οἰκοδομηθέντος νεώ. Μετὰ γὰρ τὸν Δαβὶδ, καὶ τὸν Ἀσὰφ, ὁ Σολομὼν τοῦτον ἐδείματο. γʹ. «Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος.» Ἀπαίτησον αὐτοὺς τῆς ἀλαζονείας εὐθύνας· τὸ δὲ «Ἔπαρον τὰς χεῖράς σου,» ἐκ μεταφορᾶς τέθεικε τῶν ταῖς χερσὶ τοὺς ἁμαρτάνοντας μαστιγούντων. Τοῦτο δὲ ἡ προφητικὴ εἴρηκε χάρις, εἰδυῖα τοὺς πολεμίους δυσσεβείᾳ συζῶντας· οὐδὲ γὰρ ὑπὲρ τοῦ σταυρωθέντος ζηλώσαντες, ἐκεῖνον τὸν πόλεμον ἀνεδέξαντο, ἀλλὰ τὴν οἰκουμένην δουλούμενοι. Ἐχρῆτο δὲ αὐτοῖς ὅμως ὁ Θεὸς, ὡς δημίοις, δι' αὐτῶν τοὺς ἠσεβηκότας κολάζων. «Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου.» Οὔτε ὁ Ἑβραῖος, οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ, οὔτε μὲν οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ πληθυντικῶς ἐν τοῖς ἁγίοις τεθείκασιν, ἀλλ' ἑνικῶς, ἐν τῷ ἁγίῳ σου· ὡς εἶναι δῆλον, ὅτι περὶ τοῦ ναοῦ ταῦτα οἱ λέγοντες λέγουσιν, ὀλοφυρόμενοι καὶ θρηνοῦντες τὰ ὑπ' ἐκείνων εἰς τοῦτον γεγενημένα. Ταύτῃ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπαγόμενα συμφωνεῖ. δʹ. «Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.» Ἐν τῇ τοῦ Πάσχα γὰρ ἑορτῇ, παντὸς τοῦ λαοῦ κατὰ τὸν νόμον συναθροισθέντος, τὴν στρατιὰν ὁ Τῖτος παρακαθίσας, ἐπολιόρκησε