Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1457
Not analysed yet
τὴν ἐκείνων μητρόπολιν. Ἐπειδὴ γὰρ ἐν τῇ τοῦ Πάσχα ἑορτῇ τῷ σταυρῷ τὸν Σωτῆρα προσήλωσαν, κατὰ τὸν αὐτὸν καιρὸν τίνουσι τῆς ἀσεβείας ποινήν. «Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα. [εʹ.] Καὶ οὐκ ἔγνωσαν ὡς εἰς τὴν ἔξοδον ὑπεράνω.» Τὰ τρόπαια, φησὶν, ἅπερ ἔστι σημεῖα καὶ σύμβολα νίκης, ἤγειραν ἐπάνω τῶν ἡμετέρων πυλῶν, γνώριμον ἅπασι τοῖς μετὰ ταῦτα καθιστῶντες τὴν νίκην· καὶ Πιλάτος δὲ τὰ βασιλικὰ σημεῖα παρὰ τὸν νόμον εἰς τὴν πόλιν εἰσήγαγε, καὶ χοίρου δὲ προτομὴν οἱ Ῥωμαίων βασιλεῖς τοῖς τῆς πύλης ἐνεκόλαψαν λίθοις. Διὰ τούτων δὲ πάντων ἐμάνθανον, ὡς ἔρημοι τῆς θείας κηδεμονίας ἐγένοντο. Ταῦτα καὶ ὁ Κύριος ἐν τοῖς θείοις Εὐαγγελίοις προεῖπεν· «Ὅτ' ἂν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ (ὁ ἀναγινώσκων νοείτω), τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη.» «Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν. [ϛʹ.] Τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτό· ἐν πελέκει καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν.» Ὑλοτομικοῖς καὶ τεκτονικοῖς ὀργάνοις χρώμενοι, καὶ τοὺς περιβόλους κατέλυον, καὶ τῶν οἰκιῶν τὰς θύρας συνέκοπτον, τὰ εὖ καὶ καλῶς ἠσκημένα ὡς δρῦν διαφθείροντες. ζʹ. «Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν· ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.» Οὐκ ἀπέχρησεν αὐτοῖς τῶν ἄλλων οἰκιῶν ἡ πόρθησις, ἀλλὰ καὶ κατὰ τοῦ ἀφιερωμένου σοι νεὼ τὴν μανίαν ἐξέτειναν· καὶ τὰ μὲν πυρὶ παρέδοσαν, τὰ δὲ κατέλυσαν ταῖς χερσὶν, ὡς κοινοῖς τοῖς ἁγίοις χρησάμενοι. ηʹ, θʹ. «Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν, αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτὸ, Δεῦτε καὶ καταπαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.» Μετὰ πολλῆς ἐπελθόντες ἡμῖν τῆς συμφωνίας ἕνα σκοπὸν ἔσχον, τὸν ὑπὸ σοῦ δεδομένον καταλῦσαι νόμον. Διὰ γὰρ τῶν ἑορτῶν τὴν κατὰ νόμον πολιτείαν ἐδήλωσε. Ταῦτα δὲ, φησὶν, ἐτόλμων, μή τε τὰς ἐπὶ τῶν προγόνων ἡμῶν ὁρῶντες θαυματουργίας, μήτε ὑπὸ προφητικῆς διελεγχόμενοι χάριτος. Τούτων γὰρ ἁπάντων ἐξαίφνης κατέστησαν ἔρημοι. Πολλοὺς γὰρ καὶ μετὰ τὴν ἐπάνοδον ἔσχον προφήτας, τὸν Ἀγγαῖον, τὸν Ζαχα-