Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1460
Not analysed yet
ρίαν, τὸν Μαλαχίαν, καὶ οἱ τούτων πρεσβύτεροι προφῆται, καὶ τῷ λαῷ, καὶ τοῖς βασιλεῦσι προὔλεγον τὰ ἐσόμενα, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς καταδήλους ἐποίουν· καὶ τοῦτο ἐκ τῆς ἱστορίας καταμαθεῖν εὐπετές. ιʹ. «Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρός; παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;» Μέχρι πότε ταῖς τούτων ἡμᾶς ἐκδίδως παρανομίαις, καὶ τὰς βλασφήμους αὐτῶν μακροθύμως φέρεις φωνάς; ιαʹ. «Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;» Κόλπος Θεοῦ, ὁ τῶν ἀγαθῶν θησαυρός· χεὶρ δὲ, ἡ ἐνέργεια. Τί δήποτε συνήθως οὐ χορηγεῖς τὰ ἀγαθὰ, ἀλλ' αἴρεις ἀπὸ τοῦ κόλπου τὴν χεῖρα; Τέθεικε δὲ αὐτὸ ἐκ μεταφορᾶς τῶν πεπληρωμένον ἐχόντων τὸν κόλπον, καὶ αἰτουμένων μὲν, δοῦναι δὲ μὴ βουλομένων, ἀλλ' ἐπιστρεφόντων εἰς τοὐπίσω τὴν χεῖρα. ιβʹ. «Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος.» Καίτοι σε ἴσμεν ἄνωθεν καὶ ἐξ ἀρχῆς βασιλέα, καὶ ὡς παρὰ βασιλέως ἀεὶ τῶν δωρεῶν ἀπολαύομεν. «Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.» Ἀμέλει δήλην ἅπασι τὴν περὶ ἡμᾶς γενομένην κηδεμονίαν πεποίηκας. Τὸ γὰρ ἐν μέσῳ τῆς γῆς, ἀντὶ τοῦ, πάντων ὁρώντων. ιγʹ. «Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν.» Φευγόντων γὰρ τοὺς Αἰγυπτίους, καὶ ὑπὸ τῆς θαλάσσης κωλυομένων διαβῆναι, σὺ τὴν παράδοξον ἐκείνην ἐδωρήσω πορείαν, τὴν ῥοώδη φύσιν στεγανὴν ἐργασάμενος, καὶ διὰ τῶν κυμάτων τὰ ἑκατέρωθεν δομησάμενος τείχη. «Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. [ιδʹ.] Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος.» Δράκοντας μὲν τοὺς Αἰγυπτίους καλεῖ, κεφαλὰς δὲ δρακόντων, τοὺς ἐκείνων στρατηγοὺς, καὶ ταξιάρχας, καὶ λοχαγούς. Τὸν δὲ ἑνικῶς ὀνομασθέντα δράκοντα, τὸν Φαραὼ λέγει, τὸν πολλοῖς ἄρχουσιν ἐφεστῶτα. [Λέγει δὲ καὶ τὸν διάβολον, ὃν ἐπέδησε καὶ κατήργησεν ὁ νομοθέτης παρασχεδὸν τῷ ἑκουσίῳ θανάτῳ.] Διὸ καὶ πολλὰς αὐτὸν ἔφησεν ἔχειν κεφαλάς. Τούτους δὲ, φησὶν, ἅπαντας ὑποβρυχίους ἐποίησας, καὶ ἢν ἐφ' ἡμῶν ἐκραταίωσας θάλασσαν,