Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1461
Not analysed yet
ἐπ' ἐκείνων διέλυσας, καὶ τοῖς ἐκείνης αὐτοὺς ἔχωσας κύμασιν. «Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.» Ὅμοροι τῶν Αἰγυπτίων οἱ Αἰθίοπες ὄντες, πόλεμον εἶχον πρὸς ἐκείνους συχνόν· ἀλλὰ τοῦ Φαραὼ σὺν τῇ στρατιᾷ τῇ θαλάσσῃ παραδοθέντος, εὐχείρωτοι λοιπὸν οἱ Αἰγύπτιοι ἐγένοντο τοῖς Αἰθίοψι· καὶ καθάπερ τὴν τροφὴν ὁ πεινῶν ἀναλίσκει ῥᾳδίως, οὕτως αὐτοὺς εὐπετῶς μάλα κατηγωνίζοντο. Διό φησιν ὁ προφητικὸς λόγος· «Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν,» ἀντὶ τοῦ, εὐαλώτους αὐτοὺς ἀπέφηνας, εὐμαρῶς ὑπὸ τῶν Αἰθιόπων παρασκευάσας ἀναλίσκεσθαι. ιεʹ. «Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους.» Ὁ δὲ Ἑβραῖος, καὶ οἱ ἄλλοι ἑρμηνευταὶ, πηγὴν εἰρήκασι. Κἄν τε πηγὴν εἴπωμεν, κἄν τε πηγὰς, οὐχ ἁμαρτησόμεθα τῆς ἀληθείας. Πηγὴν γὰρ τὸ ἀπὸ τῆς πέτρας ῥυὲν ὕδωρ ὁ προφητικὸς λόγος καλεῖ· ἀλλὰ τοῦτο διαιρεθὲν πολλὰς ἐποίησεν αὔλακας, ὥστε ῥᾳδίως τὰς πολλὰς ἐκείνας μυριάδας ἀπολαῦσαι τοῦ νάματος. Εὑρίσκομεν δὲ τοῦτο, οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς γεγενημένον. Καὶ τὸ μὲν ἡ Ἔξοδος διδάσκει, τὸ δὲ ἡ βίβλος τῶν Ἀριθμῶν. Πηγὴν δὲ εἰκότως ὠνόμασε τὴν ἀναβλύσασαν πέτραν τὰ τοῦ ὕδατος ῥεύματα. Χειμάῤῥους δὲ πάλιν αὐτὰ προσηγόρευσεν, ὡς μὴ κατὰ φύσιν ῥεύσαντα, ἀλλὰ τότε πρῶτον ἀναδοθέντα. Καθάπερ γὰρ ὁ χειμάῤῥους οὐκ ἔστιν ἀένναος, ἀλλ' ἐκ τῶν ὑετίων ὑδάτων συνίσταται· οὕτω τοῖς θείοις ἐκεῖνο νεύμασιν ἀνεδόθη τὸ ὕδωρ. Σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ. Ὁ δὲ Σύμμαχος οὕτως, Σὺ ἐξήρανας ποταμοὺς ἀρχαίους. Τοὺς μὲν γὰρ μὴ ὄντας, μήτε ἐξ ἀρχῆς γενομένους, ἀναβλῦσαι ἐν τῇ ἐρήμῳ προσέταξας. Τοὺς δὲ πάλαι γεγονότας, καὶ ἀρχαίαν ἐσχηκότας πορείαν, τοῦ τρέχειν ἔπαυσας ἐθελήσας. Τοῦτο καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· «Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψαν· γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων, καὶ κατῴκησεν ἐκεῖ πεινῶντας.» Τοὺς μὲν γὰρ Σοδόμων καὶ Γομόῤῥων, καὶ τῶν ἄλλων περιοίκων κατεξήρανε ποταμοὺς, διὰ τὴν τῶν οἰκητόρων παρανομίαν. Τῇ δὲ ἀνύδρῳ γῇ τοὺς ἀπὸ τῆς πέτρας ἔδωκεν ὀχετοὺς, τῷ διψῶντι λαῷ προσφέρων τὰ νάματα. Ῥᾴδιον γὰρ αὐτῷ ὡς βούλεται μετοχετεῦσαι τῶν ὑδάτων τὴν φύσιν. Διὰ μέντοι τούτου καὶ ἕτερον ὁ λόγος παραδηλοῖ, ὡς Ἰουδαίοις μὲν διὰ τὴν παρανομίαν τῶν προφητικῶν ποταμῶν οὐ προσοίσει τὰ νάματα, τὰ δὲ ἔθνη, τὰ πάλαι ἔρημα, τοῖς ὑπὸ τῆς πέτρας ἀρδεύσει κρουνοῖς· ἡ δὲ πέτρα, ᾗ φησιν