Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1464
Not analysed yet
ὁ θεῖος Ἀπόστολος, ἐστὶν ὁ Χριστός. Καὶ ἅπαντα τάδε τὰ εἰρημένα ἀπὸ τοῦ· «Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς,» τῶν ἡμετέρων εὐεργεσιῶν περιέχει τὸν τύπον. Καὶ γὰρ ἐκεῖ δι' ὑδάτων ἡ τῆς δουλείας ἀπαλλαγὴ, καὶ ἐνταῦθα δι' ὑδάτων ἐλευθερίας ἀρχή. Ἐκεῖ δρακόντων κεφαλαὶ τοῖς ὕδασι συντριβόμεναι, καὶ ἐνταῦθα δυναστεῖαι δαιμόνων καταλυόμεναι τῇ τοῦ βαπτίσματος χάριτι. Ἐκεῖνοι εὐχείρωτοι μετὰ τὴν θάλασσαν ἐγένοντο τοῖς Αἰθίοψι, καὶ οἱ ἡμέτεροι πολέμιοι μετὰ τὴν ἁγίαν κολυμβήθραν εὐκαταγώνιστοι ἐγένοντο τοῖς πάλαι μελαίνας τὰς ψυχὰς ἐσχηκόσι. Καὶ τἄλλα δὲ τούτοις ὁμοίως ῥᾴδιον συνιδεῖν τοῖς προσέχειν ἐθέλουσιν. [Ἐκεῖ ῥάβδος, ἐνταῦθα σταυρός· ἐκεῖ Μωϋσῆς, ἐνταῦθα ἀρχιερεῖς· ἐκεῖ θάλαττα, ἐνταῦθα κολυμβήθρα· ἐκεῖ δώδεκα πηγαὶ, ἐνταῦθα δώδεκα ἀπόστολοι· ἐκεῖ ἑβδομήκοντα στέλεχοι, ἐνταῦθα ἑβδομήκοντα βίβλοι.] Ἡμεῖς δὲ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. ιϛʹ, ιζʹ. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά.» Ἀπὸ τῶν ἰδικῶν εὐεργεσιῶν ἐπὶ τὰς κοινὰς τὸν λόγον μετήνεγκε, καὶ κτίστην εἶναι διδάσκει τοῦ παντὸς τὸν τῶν ὅλων Θεὸν, ἡμέρας τε καὶ νυκτὸς ποιητὴν, φωτὸς χορηγὸν, καὶ ἡλίου δημιουργὸν, καὶ τοῦ χρόνου πρύτανιν. Διὰ γὰρ τοῦ ἔαρος καὶ τοῦ θέρους, ἐδήλωσε τὰς τροπάς· ἀντὶ δὲ τοῦ, Σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων, ἐστήλωσας, ὁ δὲ Σύμμαχος ἔστησας εἴρηκε. Δηλοῖ δὲ ὁ λόγος, ὡς αὐτὸς αὐτῇ τὸ εἶναι δέδωκε, καὶ τὰ μὲν αὐτῆς εἰς πεδία, τὰ δὲ εἰς ὄρη καὶ νάπας ἀπένειμε· τὰ δὲ ἐκοίλανεν εἰς ὑποδοχὴν λιμναίων καὶ θαλαττίων ὑδάτων. ιηʹ. «Μνήσθητι ταύτης.» Ταῦτα, φησὶν, ἅπαντα πεποιηκὼς, ὁ τῶν τοσούτων καὶ τηλικούτων δημιουργὸς, μνήσθητι ταύτης, τουτέστι τῆς Συναγωγῆς, ἧς ἐκτήσω ἀπ' ἀρχῆς. Πρὸς ἐκεῖνο γὰρ ἀποδέδωκε τοῦτο. «Ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου.» Μὴ εἰς ἡμᾶς, φησὶν, ἀπίδῃς, ἀλλ' εἰς τὰς τῶν δυσμενῶν βλασφημίας. ιθʹ. «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι.» Οὐχ ἁπλῶς ὁ προφητικὸς πᾶσιν ἐπεύχεται λόγος· ἀλλὰ τοῖς τὸ θεῖον ὁμολογοῦσιν ὄνομα αἰτεῖ τὰ ἀγαθὰ [τοῖς ὁμολογοῦσι τὸν σταυρωθέντα Θεὸν ἐκ Θεοῦ, καὶ τοῦ Πατρὸς καὶ τοῦ