Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1465
Not analysed yet
Πνεύματος ὁμοούσιον]. Θηρία δὲ καλεῖ, [οὐ μόνον] τὴν τῶν πολεμίων ὠμότητα [ἀλλὰ καὶ τῶν ἀθετούντων τὸν σταυρωθέντα καὶ μὴ ὁμολογούντων ὡς εἴρηται Θεόν]. «Τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος.» Καὶ πένητες δὲ εἶεν ἂν οἱ τὸ φρόνημα ταπεινοί. «Μακάριοι γὰρ [ὡς αὐτὸς ὁ Κύριος ἐν Εὐαγγελίοις φησὶ] οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. κʹ. «Ἐπίβλεψον εἰς τὴν διαθήκην τῶν δούλων σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν.» Οἱ γὰρ τῆς σῆς αἴγλης οὐκ ἀπολαύσαντες, ἀλλ' [ἄνθρωπόν σε μετὰ τῶν Ἰουδαίων βλασφημοῦντες, καὶ μὴ ὁμολογοῦντές σε ἥλιον δικαιοσύνης, καὶ] τὸ τῆς ἀγνοίας ἀγαπήσαντες σκότος, ἀνομίας καὶ τῆς ἐντεῦθεν φυείσης τιμωρίας μεστὰς ἔχουσιν οἰκίας, ἀντὶ τοῦ, Παντοδαποῖς κακοῖς παρεδόθησαν, διὸ προείλοντο σκότος. καʹ. «Μὴ ἀποστραφήτω τεταπεινωμένος κατῃσχυμμένος.» Ἱκετεύομεν μὴ διαμαρτεῖν τῆς δεήσεως, μηδὲ μετ' αἰσχύνης ἀποπεμφθῆναι. «Πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου.» Οἱ δὲ τῆς σῆς δεόμενοι βοηθείας, καὶ ταύτης τυχόντες, προσφέρειν σοι τὸν ὕμνον εἰώθασιν. κβʹ. «Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου. Μνήσθητι τοῦ ὀνειδισμοῦ σου, τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν.» Σφόδρα δὲ ἁρμοδίως τὴν ἀντωνυμίαν ἐνήλλαξεν· οὐκ εἶπε τὴν δίκην μου, ἀλλὰ τὴν δίκην σου. Ἐγὼ μὲν γὰρ, φησὶν, ἐνδίκως ὑπέμεινα ταῦτα· ἐκεῖνοι δὲ πολλὰς ἐτόλμησαν κατὰ σοῦ βλασφημίας [οἱ μὲν σταυρώσαντες, οἱ δὲ καὶ μετὰ τὸν σταυρὸν καὶ τὸ βάπτισμα ἀθετήσαντες]. κγʹ. «Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός.» Καὶ ἐνταῦθα τῷ ἑαυτῶν προσώπῳ τὴν τῶν πολεμίων ἀλαζονείαν συνέζευξαν, οὐ δι' ἑαυτοὺς, ἀλλὰ δι' ἐκείνους, φειδοῦς τινος ἀξιωθῆναι παρακαλοῦντες. ΕΡΜΗΝ. ΤΟΥ ΟΔʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, μὴ διαφθείρῃς· τῷ Ἀσὰφ