Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1468
Not analysed yet
ψαλμὸς ᾠδῆς.» Ὁ δὲ Σύμμαχος, Ἐπινίκιος περὶ ἀφθαρσίας ψαλμὸς τῷ Ἀσάφ. Ἐπειδὴ πρόῤῥησιν ὁ ψαλμὸς ἔχει τῆς δικαίας τοῦ Θεοῦ κρίσεως. καὶ προαγορεύει καὶ τῶν ἐργατῶν τῆς πονηρίας τὸν ὄλεθρον, καὶ τῶν τῆς ἀρετῆς ἐραστῶν τὰς ἀγαθὰς ἀντιδόσεις· εἰκότως διὰ τῆς ἐπιγραφῆς ὁ λόγος παρακελεύεται, μὴ διαφθεῖραι τοὺς εὐσεβεῖς λογισμοὺς, ἀλλ' ὑγιεῖς αὐτοὺς φυλάξαι, καὶ τὴν ἀφθαρσίαν κληρονομῆσαι. Εἴρηται μέντοι καὶ οὗτος ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι δορυαλώτων, ὑμνεῖν τὸν Θεὸν ὑπισχνουμένων, ἐὰν τῆς θείας χάριτος ἀπολαύσωσιν. βʹ. «Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου.» Καὶ ἐντεῦθεν δῆλον, ὡς οὐδέπω τῆς ἐπανόδου τετυχηκότες ταῦτα διεξίασιν. Ὑπισχνοῦνται δὲ τὸν Θεὸν ὑμνεῖν, καὶ τῷ σεβασμίῳ αὐτοῦ ὀνόματι λαμπρυνθήσεσθαι. Τὸ γὰρ, Ἐπικαλεσόμεθα τὸ ὄνομά σου τοῦτο δηλοῖ, ὅτι Πάλιν τῷ σῷ ὀνόματι προσαγορευθησόμεθα, καὶ λαὸς χρηματίσομεν σός. «Διηγήσομαι πάντα τὰ θαυμάσιά σου. [γʹ] Ὅτ' ἂν λάβω καιρόν.» Ὁ δὲ Ἀκύλας καὶ Σύμμαχος οὕτως· Ὅτ' ἂν λάβω τὴν Συναγωγήν. Ὅτ' ἂν, φησὶν, ἐπανέλθωμεν, καὶ εἰς τὸν ἱερόν σου συναθροισθῶμεν νεὼν, τότε σὲ καὶ ἐννόμως ὑμνήσομεν, καὶ τὰς σὰς εὐεργεσίας τοὺς ἀγνοοῦντας διδάξομεν· ἐκεῖνος γὰρ ἡμῖν ὁ καιρὸς τοῦτο ποιεῖν ἐπιτρέψει. Νῦν γὰρ βοῶμεν· Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Οὕτως ὁ προφητικὸς λόγος, ἃ ἐχρῆν εἰπεῖν τοὺς ἐν Βαβυλῶνι δορυαλώτους διδάξας [καὶ τοὺς διὰ μετανοίας ἐπιστρέφοντας πρὸς τὸν Σωτῆρα τοῦ παντὸς παιδαγωγήσας], ὑποδείκνυσι τὸν Θεὸν πρὸς τὰς γεγενημένας ἐπαγγελίας ἀποκρινόμενον, καὶ λέγοντα· «Ἐγὼ εὐθύτητας κρινῶ.» Ἐνδίκως, φησὶν, ὑμῖν καὶ Βαβυλωνίοις δικάσω. δʹ. «Ἐτάκη ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.» Πάσης γάρ εἰμι τῆς οἰκουμένης κριτὴς, καὶ ἅπασι τὰς ἀξίας ἐποίσω τιμωρίας. «Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς.» Ἐγκρατὴς δὲ πάντων εἰμὶ, ὡς ἁπάντων ὑπάρχων δημιουργός. Ἐγὼ γὰρ τὴν γῆν πεποίηκά τε καὶ ἥδρασα, οἷον στύλοις τισὶ τοῖς ἐμοῖς αὐτὴν ὅροις ἐρείδων.