Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1469
Not analysed yet
Πρόσταγμα γὰρ ἐθέμην, καὶ οὐ παρελεύσεται. Διὰ τοῦτο καὶ δικαστὴς ὢν, κολάζειν μὲν οὐ βούλομαι, ἀλλὰ προλέγω τὰς τιμωρίας, ἵνα τῇ ἀπειλῇ σωφρονεστέρους τοὺς πλημμελοῦντας ἐργάσωμαι· καὶ παραινῶ, καὶ συμβουλεύω, πᾶν μὲν εἶδος ἀνομίας μυσάττεσθαι, ἐπιμελεῖσθαι δὲ τοῦ δικαίου καὶ τοῦ μετρίου φρονήματος· ταῦτα γὰρ διὰ τῶν ἐπαγομένων ἐδίδαξεν. εʹ. «Εἶπον τοῖς παρανομοῦσι, Μὴ παρανομεῖτε· καὶ τοῖς ἁμαρτάνουσι, Μὴ ὑψοῦτε κέρας.» Τοῦτο γὰρ πάντων χαλεπώτατον πάθος, τὸ μὴ μόνον ἁμαρτάνειν, ἀλλὰ καὶ γαυριᾷν ἐπὶ τούτῳ. ϛʹ. «Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν.» Εἶτα δείκνυσι ποῖον ὕψος καλεῖ. «Καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν.» Καὶ γὰρ τὰ κερασφόρα ζῶα σφόδρα ἐπὶ τοῖς κέρασι γαυριᾷ. Παρεγγυᾷ δὲ αὐτοῖς ὁ λόγος, μὴ αὔξειν τῇ ἀλαζονείᾳ τὴν ἀνομίαν, μηδὲ κατὰ τοῦ Θεοῦ τὴν γλῶτταν κινεῖν. ζʹ, ηʹ. «Ὅτι οὔτε ἐξ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων. Ὅτι ὁ Θεὸς κριτής ἐστιν.» Ἐξόδους τὰς ἀνατολὰς εἴρηκεν· οὕτω δὲ καὶ ἡ πέμπτη ἔκδοσις· ἔρημα δὲ ὄρη, τὰ βόρεια καὶ τὰ νότια τμήματα. Ταῦτα γὰρ δι' ἄκραν ψυχρότητα καὶ θερμότητα ἀοίκητα μεμένηκε παντελῶς. Διδάσκει τοίνυν, ὅτι τῶν ἀδυνάτων ἐστὶ τοῦ Θεοῦ τὴν κρίσιν διαφυγεῖν. Κἂν γὰρ τὰ ἑῷα καταλάβῃ, κἂν τὰ ἑσπέρια, κἂν εἰς τὰ νότια, κἂν εἰς τὰ βόρεια πειραθῇ διαδράναι, τῇ θείᾳ ὑπόκειται ψήφῳ. Εἶτα διδάσκει τὰς τοῦ βίου μεταβολὰς, γνώμῃ Θεοῦ γινομένας. «Τοῦτον ταπεινοῖ, καὶ τοῦτον ὑψοῖ. [θʹ] Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο.» Περὶ δὲ τοῦ ποτηρίου καὶ ἡ τοῦ θεσπεσίου Ἱερεμίου προφητεία διδάσκει. Κελεύεται γὰρ ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ τοῦτο λαβεῖν, καὶ ποτίσαι τὴν Ἱερουσαλὴμ, καὶ τοὺς ἄρχοντας, καὶ τὰ ὅμορα ἔθνη. Οἶνον δὲ τὴν τιμωρίαν καλεῖ, ὡς τῇ μέθῃ παραπλησίως ἀφαιρουμένην τὴν δύναμιν, καὶ τὰς τῶν μορίων διαλύουσαν ἁρμονίας. Λέγει τοίνυν ὁ προφητικὸς λόγος, ὅτι ποτὲ μὲν ἡμῖν, ποτὲ δὲ ἐκείνοις ὁ δίκαιος κριτὴς προσφέρει τὴν τιμωρίαν· καὶ νῦν μὲν τοῦτον ὑψοῖ, ἐκεῖνον δὲ ταπεινοῖ, καὶ πάλιν τὸ ὕψος μετατίθησιν εἰς ἑτέρους, καὶ συμφορὰς ἐναλλάττει, καὶ εὐημερίας μεταβάλλει. Ταῦτα δὲ οὐχ ἁπλῶς οἱ ἐν Βαβυλῶνι δορυάλωτοι ἐδιδάσκοντο λέγειν, ἀλλὰ