Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1472
Not analysed yet
προπαιδευόμενοι καὶ τὴν Βαβυλωνίων δουλείαν, καὶ τὴν οἰκείαν ἐλευθερίαν. Οὐκ εἰς μακρὰν γὰρ ὁ Κῦρος ἐκείνων μὲν τὴν δύναμιν κατέλυσε, τούτοις δὲ τὴν προτέραν ἐλευθερίαν ἀπέδωκε. «Πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη· πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.» Τὴν χαλεπωτέραν τιμωρίαν τρυγίαν ἐκάλεσεν. Ἐγὼ μὲν, φησὶ, τὸ διειδέστερον ἔπιον, τοῦτ' ἔστιν, ἐλάττοσιν ὑπεβλήθην κακοῖς· αὐτὴν δὲ τὴν ὑποσταθμὴν Βαβυλώνιοι πίονται, ἀντὶ τοῦ, χαλεπώτερα ὧν εἰργάσαντο πείσονται· ἐγὼ μὲν γὰρ ἑβδομήκοντα ἔτη δουλεύσας τῆς ἐπανόδου τετύχηκα, ἐκεῖνοι δὲ διηνεκεῖ δουλείᾳ παραδοθήσονται. ιʹ. «Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ.» Ὥσπερ γὰρ ἡμῶν πιόντων ἐκεῖνοι τοῖς ἡμετέροις κακοῖς ἐπετώθαζον· οὕτως ἡμεῖς τὴν ἐκείνων τιμωρίαν ὁρῶντες, τῷ Θεῷ τὴν ὑμνῳδίαν προσοίσομεν· οὐκ ἐκείνοις ἐπεμβαίνοντες, ἀλλ' εὐγνώμονες περὶ τὰς εὐεργεσίας γενόμενοι. ιαʹ. «Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου.» Διὰ τούτων δὲ τῶν λόγων προεδιδάχθησαν, ὡς καὶ τοὺς ἐπιστρατεύσαντας αὐτοῖς μετὰ τὴν ἐπάνοδον καταλύσουσι πολεμίους. Διά τοι τοῦτο καὶ «πάντα εἶπε τὰ κέρατα τῶν ἁμαρτωλῶν,» ἐπειδὴ ἐκ διαφόρων συλλεγέντες τῶν ἐθνῶν, τὸν κατ' αὐτῶν ἀνεδέξαντο πόλεμον. Μέμνηται δὲ τούτων καὶ ἡ τοῦ Ἰεζεκιὴλ προφητεία, καὶ μέντοι καὶ ἡ τοῦ Μιχαίου, καὶ ἡ τοῦ Ζαχαρίου· ὧν καταλυθέντων λαμπροὶ ἐγένοντο καὶ περίβλεπτοι, ἅτε δὴ τοιαύτην κατορθώσαντες νίκην. Κέρας δὲ δικαίου τὸ εὐσεβὲς ἐκάλεσε φρόνημα. Εἰ δέ τις τὸν Ζοροβάβελ νοῆσαι βουληθείη, τὸν ἐνταῦθα καλούμενον δίκαιον, ᾧ χρησάμενος ὁ Θεὸς ὑπουργῷ τὴν νίκην ἐκείνην εἰργάσατο, τῆς ἀληθείας οὐχ ἁμαρτήσεται. ΕΡΜΗΝ. ΤΟΥ ΟΕʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ἐν ὕμνοις, ψαλμὸς τῷ Ἀσὰφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον.» Τὴν τοῦ Ἀσσυρίου προσθήκην οὐχ εὗρον ἐν τῷ Ἑξαπλῷ, ἀλλ' ἐν ἐνίοις ἀντιγράφοις. Ταύτην μέντοι ἔχει τὴν ὑπόθεσιν ὁ ψαλμός· τὰ γὰρ κατὰ τὸν Σενναχηρεὶμ προθεσπίζει, καὶ τὴν ἐπενεχθεῖσαν τῇ στρατιᾷ τιμωρίαν. βʹ. «Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.» Ἐν μιᾷ γὰρ νυκτὶ τῶν τοσούτων μυριάδων δι' ἀγγέλου τὴν θανατηφόρον