Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1473
Not analysed yet
δεξαμένων πληγὴν, δῆλος ἐγένετο πᾶσιν ὁ τῶν ὅλων Θεὸς, ἄγαν τοῦ Ἰσραὴλ προμηθούμενος, καὶ ἐν τῇ Ἰουδαίᾳ τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν. γʹ. «Καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.» Τοῦ γὰρ πλήθους ἀναιρεθέντος, οἱ ὑπολειφθέντες διέδρασαν, ἄγγελοι τῆς θείας γεγενημένοι δυνάμεως. Τούτου χάριν σὺν τοῖς ἄλλοις οὐκ ἀνῃρέθησαν. Ἐντεῦθεν ἡ πόλις τῆς εἰρήνης ἀπήλαυσε, καὶ ὑπέλαβον ἅπαντες, ὡς ἀληθῶς ἐν τῇ Σιὼν κατοικεῖν ηὐδόκησεν ὁ Θεός. Εἶτα διδάσκει, πῶς γνωστός ἐστιν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός. δʹ. «Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον.» Πρὸ τῶν τῆς πόλεως, φησὶ, περιβόλων, ὁπλίτας κατὰ ταὐτὸν, καὶ τοξότας, καὶ πελταστὰς ἀνελὼν, ἄχρηστα παντελῶς τὰ τούτων ἀπέφηνεν ὅπλα. εʹ. «Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.» Ὁ δὲ Σύμμαχος οὕτως, Ἐπιφανὴς εἶ, ὑπερμεγέθης ἀπὸ ὀρέων θήρας. Ἐν γὰρ τοῖς ἡμετέροις ὄρεσι τῇ θήρᾳ τοῦ θανάτου τοὺς δυσμενεῖς παραδοὺς, ὑπερμεγέθης καὶ ἐπιφανὴς παρὰ πᾶσιν ἀνεδείχθης. Φωτίζεις γὰρ τῷ θαύματι τοὺς ἀγνοοῦντας, καὶ διδάσκεις ὅστις ὑπάρχεις. ϛʹ. «Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν.» Μείζονι γὰρ φρονήματι χρησάμενοι κατὰ σοῦ, ἀθρόαν ὑπέμειναν ταραχὴν, διὰ τὴν τῆς ψυχῆς ἀφροσύνην, καὶ ἀδεῶς καθεύδειν ὑπολαβόντες, τῆς ἐλπίδος ἐψεύσθησαν. Τὸν γὰρ ὕπνον θάνατος διεδέξατο. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει, ὅτι ἀναστάντες εὗρον ἅπαντα τὰ σώματα νεκρά. «Πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὑτῶν.» Ὁ δὲ Σύμμαχος οὕτως· Πάντες οἱ ἄνδρες οἱ ἰσχυροὶ τὰς χεῖρας αὐτῶν. Οὐδὲν αὐτοὺς, φησὶν, ὤνησε τῶν χειρῶν ἡ ῥώμη, δι' ἧς τὸν ἁπάντων ἁρπάσειν προσεδόκησαν πλοῦτον. Καὶ διδάσκων τί δήποτε οὐδὲν ἐντεῦθεν ἀπώναντο, ἐπήγαγεν· ζʹ. «Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις.» Ἔνευσας, φησὶ, καὶ παραχρῆμα κατέπεσον οἱ τὴν ἱππικὴν εἰδέναι ἀλαζονευόμενοι τέχνην. Διὰ δὲ τοῦ ἐνύσταξαν τὴν τοῦ θανάτου ἐδήλωσεν εὐκολίαν. Καθάπερ γὰρ ὁ νυστάζων ῥᾳδίως ἐθελήσας καθεύδει, οὕτως ἐκεῖνοι σύντομον ἐδέξαντο τοῦ βίου τὸ πέρας. ηʹ. «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι;» Τίς γὰρ ἱκανὸς ἀντιστῆναί σοι, καὶ διαφυγεῖν τὴν ἐπαγομένην παρὰ σοῦ τιμωρίαν; «Ἀπὸ τότε ἡ