Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1476
Not analysed yet
ὀργή σου.» Εὐθὺς τῆς βλασφημίας ἀκούσας, ἠδύνασο τοὺς ἀλιτηρίους κολάσαι, ἀλλ' ἐμακροθύμησας προσμένων τὴν μεταβολήν. θʹ. «Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν.» Ἄνωθεν, φησὶν, ἐκφέρεις τὰς ψήφους καθ' ὧν ἐθέλεις. Τὸ μέντοι «ἠκούτισας,» ἀκουστὴν ποιήσεις ὁ Σύμμαχος εἴρηκεν. «Γῆ ἐφοβήθη, καὶ ἡσύχασεν, [ιʹ] ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς.» Δέους, φησὶν, ἐπλήσθησαν ἅπαντες, καὶ τῆς καθ' ἡμῶν ἐπαύσαντο προσβολῆς, θεασάμενοί σε καθάπερ τινὰ δικαστὴν, κατ' ἐκείνων μὲν ἐξενεγκόντα τὴν ψῆφον, τοὺς δὲ ὀρθοῖς λογισμοῖς χρησαμένους, καὶ τὴν σὴν βοήθειαν ἀπαγγείλαντας, τῆς σωτηρίας τετυχηκότας. ιαʹ. «Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.» Τούτων ἀπολαύσαντες τῶν ἀγαθῶν, εἰς ὑμνῳδίαν ἀφιεροῦμεν τοὺς λογισμοὺς, οὐδὲ βραχὺ αὐτῶν μόριον εἰς ἑτέραν ἀσχολοῦντες φροντίδα. ιβʹ. «Εὔξασθε, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.» Ἀλλήλοις ἐγκελεύονται καὶ ὑποσχέσθαι δῶρα, καὶ πληρῶσαι τὰς ὑποσχέσεις. Αἰσχρὸν γὰρ καὶ ἀγνωμοσύνης μεστὸν, τοὺς μὲν ὁμόρους ἅπαντας τοῦτο δράσαι διὰ τὸ δέος, τοὺς δὲ τῆς εὐεργεσίας τετυχηκότας ἀχαριστίᾳ νοσῆσαι. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσε. «Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα τῷ φοβερῷ, [ιγʹ] καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.» Κομιοῦσι δὲ τὰ δῶρα, ὑπὸ τῶν γεγενημένων ἐκδειματωθέντες θαυμάτων, καὶ διὰ τῶν πραγμάτων μεμαθηκότες, ὡς οὗτος ἀληθῶς ὑπάρχει Θεὸς, ὁ καὶ τοῖς δυναστεύουσι, καὶ τῆς γῆς βασιλεύειν ὑπειληφόσι, θάνατον ἐπάγων. ΕΡΜΗΝ. ΤΟΥ Οϛʹ ΨΑΛΜΟΥ. α. «Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺμ, ψαλμὸς τῷ Ἀσάφ.» Ὁ δὲ Σύμμαχος, διὰ Ἰδιθούμ. Χορὸν δὲ καὶ αὐτὸς ἐπεπίστευτο τὸν Θεὸν ἀνυμνούντων· τοῦτον τοίνυν ὁ Ἀσὰφ, ἢ αὐτὸς εἰρηκὼς, ἢ τῇ τοῦ Δαβὶδ ὑπουργῶν προφητείᾳ. Ἀποφήνασθαι γὰρ περὶ τῶν ἀμφιβαλλομένων οὐκ ἀκίνδυνον. Προλέγει δὲ τῶν ἐν Βαβυλῶνι δουλεύειν ἠναγκασμένων Ἰσραηλιτῶν, καὶ τὰς τῶν λογισμῶν διχονοίας, καὶ τὰς ἐντεῦθεν φυομένας ὀδύνας. Διδάσκει δὲ καὶ ποίαν αὐτοὺς προσήκει τῷ Θεῷ προσενεγκεῖν προσευχὴν, τὴν τῶν κακῶν αἰτοῦντας ἀπαλλαγήν. Ἐσχημάτισε δὲ τὸν ψαλμὸν, ὡς μετὰ τὴν ἐπάνοδον ταῦτα αὐτὰ διηγουμένων, καὶ τὸν Θεὸν ἀνυμνούντων.