Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1477
Not analysed yet
βʹ. «Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι.» Σπουδαίως, φησὶ, τὴν προσευχὴν προσενήνοχα, καὶ συντόμως τὴν αἴτησιν ἔλαβον. Εἶτα τὸν τούτων διδάσκει καιρόν. γʹ. «Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα.» Ὀδύναις γὰρ βαλλόμενος ἐπιμελῶς τὴν θείαν ἐπικουρίαν ἐξεζήτησα· τὸ γὰρ ἐξεζήτησα τὴν σπουδαίαν αἰνίττεται προσευχήν. Ἔπειτα δείκνυσι τῆς ἱκετείας τὸν τρόπον. «Ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἡ χείρ μου νυκτὸς ἐκτέταται διηνεκῶς. Νύκτωρ ἡσυχίαν ἄγων τὰς χεῖρας ἐξέτεινον, τυχεῖν φιλανθρωπίας ἀντιβολῶν, καὶ οὐ διήμαρτον τῆς ἐλπίδος. Τοῦτο γὰρ σημαίνει τὸ, «Οὐκ ἠπατήθην,» ἀντὶ τοῦ, Οὐ μάτην ἠγρύπνησα, ἀλλ' ἐδρεψάμην τῆς εὐχῆς τὸν καρπόν. «Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. [δʹ.] Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην.» Πᾶσαν μὲν ἀπεσεισάμην παραψυχῆς ἀφορμὴν, ψυχαγωγίαν δὲ μόνην εἶχον τοῦ Θεοῦ τὴν μνήμην. «Ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου.» Ὁ δὲ Σύμμαχος οὕτως· Διελάλουν ἐμαυτῷ, καὶ ἐλειποθύμουν. Συνεχῶς ἐμαυτῷ προσδιαλεγόμενος, καὶ τὰ συνέχοντά με κακὰ λογιζόμενος, ἀπηγόρευον τὴν τούτων ἀπαλλαγὴν, καὶ πικρὰς ἐδεχόμην τῆς ἀθυμίας τὰς ἀκίδας. εʹ. «Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου.» Φυλακὰς καλεῖ τὰς τῆς νυκτὸς διαιρέσεις, καθ' ἃς οἱ φύλακες ἀλλήλοις τὴν φυλακὴν ἐγχειρίζουσι· δηλοῖ δὲ διὰ τούτων τὴν διὰ πάσης τῆς νυκτὸς ἀγρυπνίαν. «Ἐταράχθην, καὶ οὐκ ἐλάλησα.» Ταῦτα οἱ αὐτοὶ καὶ ἐν τῷ μαʹ ψαλμῷ· Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη.» Οὐ γὰρ ἠνεσχόμην ἄλλοις τοὺς ἐμοὺς λογισμοὺς ἐκφῆναι. ϛʹ, ζʹ. «Διελογισάμην ἡμέρας ἀρχαίας· καὶ ἔτη αἰώνια ἐμνήσθην. Καὶ ἐμελέτησα.» Τῶν προτέρων σου, φησὶν, εὐεργεσιῶν ἀνενεούμην τὴν μνήμην, καὶ ἐνεθυμούμην, ὅσων παρὰ σοῦ τετυχήκασιν εὐεργεσιῶν οἱ ἡμέτεροι πρόγονοι· ὅπως τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν, ὅπως τὴν Ἐρυθρὰν διέβησαν θάλασσαν, ὅπως τὴν ἐπηγγελμένην τοῖς πατράσιν ἀπέλαβον γῆν. «Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου.» Τὸ δὲ ἔσκαλλεν, ὁ μὲν Θεοδοτίων, ἐξηρεύνησεν, ὁ δὲ Ἀκύλας, ἐσκάλευσεν εἴρηκε. Ταῦτα δὲ, φησὶ, νύκτωρ πρὸς ἐμαυτὸν διαλογιζό-