Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1480
Not analysed yet
μενος, ἀνηρεύνων, τί δήποτε τῶν μὲν ἡμετέρων προγόνων τοσαύτην ἐποιήσατο πρόνοιαν, ἡμῶν δὲ κακοπραγούντων ὑπερορᾷ; Ἐλογιζόμην δὲ πρὸς τούτοις καὶ ταῦτα· ηʹ, θʹ. «Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; Ἢ εἰς τέλος τὸ ἔλεος αὑτοῦ ἀποκόψει;» Ἄρα μὴ παντελῶς τὰ καθ' ἡμᾶς ἀπηγόρευσε, καὶ ἀλλοτρίους ἡμᾶς τῆς οἰκείας κηδεμονίας ἀπέφηνε; «Συνετέλεσε ῥῆμα ἀπὸ γενεᾶς εἰς γενεάν.» Ὁ δὲ Σύμμαχος οὕτως· Συνετέλεσε ῥῆσιν περὶ γενεᾶς ἑκάστης. Ἐδεδίειν δὲ καὶ τοῦτο, φησὶν, ὅτι ἄνωθεν τὰ καθ' ἑκάστην γενεὰν προγινώσκων, τοὺς καθ' ἑκάστην γενεὰν ὅρους ἐκφέρει. ιʹ. «Μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός; ἢ συνέξει ἐν τῇ ὀργῇ αὑτοῦ τοὺς οἰκτιρμοὺς αὑτοῦ;» Ἀλλὰ πάλιν ἐμαυτὸν ἐψυχαγώγουν λογιζόμενος, ὡς ὁ φιλοικτίρμων Θεὸς οὐκ ἀνέξεται οἷόν τινι λήθῃ τὰ καθ' ἡμᾶς παραδοῦναι, καὶ καθάπερ τινὶ τειχίῳ τῇ ὀργῇ κωλῦσαι τὰς τοῦ ἐλέου πηγάς. ιαʹ. «Καὶ εἶπα, Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.» Ἐγὼ, φησὶ, πρόξενος ἐγενόμην ἐμαυτῷ τῆς τοιαύτης μεταβολῆς· ἐγὼ διὰ τῆς ἁμαρτίας τὴν τιμωρίαν ἐγέννησα· ἀρχὴν τοίνυν ἔχω τῶν κακῶν. Νῦν ἠρξάμην παιδεύεσθαι ὑπὸ τῆς δεξιᾶς τοῦ Ὑψίστου, ἀντὶ τῶν προτέρων εὐεργεσιῶν τὰς εὐωνύμους τιμωρίας ἐπιφερούσης. Ἀλλοίωσιν γὰρ τῆς τοῦ Θεοῦ δεξιᾶς τὴν τιμωρίαν ἐκάλεσεν, ὡς τῆς δεξιᾶς τοῦ Ὑψίστου εἰωθυίας τὰ ἀγαθὰ χορηγεῖν. Ἀλλ' οὐδὲ τούτοις ἠρκέσθην τοῖς λογισμοῖς. Ἀνέμνησα δὲ ἐμαυτὸν καὶ τῆς ἀγαθότητος τοῦ Δεσπότου. Τοῦτο γὰρ λέγει· ιβʹ, ιγʹ. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω.» Πάντα γάρ σου τὰ ἐξ ἀρχῆς εἰς ἡμᾶς γεγενημένα θαυμάσια εἰς μέσον προθήσω, καὶ ἐν αὐτοῖς διηνεκῶς τὴν μελέτην ποιούμενος, τὰς χρηστοτέρας ἐλπίδας οὐκ ἀποῤῥίψω. ιδʹ. «Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὁ Θεὸς, ἐν ἁγιασμῷ ἡ ὁδός σου· ὁ δὲ Ἀκύλας, Ἐν ἡγιασμένῳ. Ἅγιος εἶ, φησὶ, καὶ ἐν ἁγίῳ ἀναπαύῃ, καὶ ἐν τούτοις ἐνοικεῖς καὶ ἐμπεριπατεῖς. «Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; [ιεʹ.] Σὺ εἰ, ὁ Θεὸς, ὁ ποιῶν θαυμάσια μόνος.» Πάντων ὑπερέχεις, Δέσποτα· μόνος γὰρ ἅπερ ἐθέλεις θαυματουργεῖς.