Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1492
Not analysed yet
κϛʹ, κζʹ. «Ἀπῆρε νότον ἐξ οὐρανοῦ· καὶ ἐπήγαγεν ἐν τῇ δυνάμει αὑτοῦ λίβα. Καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χνοῦν σάρκας· καὶ ὡσεὶ ἄμμον θαλασσῶν, πετεινὰ πτερωτά.» Διὰ γὰρ τῶν ἀνέμων συνελάσας πανταχόθεν τῶν ὀρνίθων ἐκείνων τὸ γένος, καταπτῆναι προσέταξε παρὰ τὰς τούτων σκηνὰς, αὐτόματον αὐτοῖς χαρισάμενος θήραν. κηʹ—λʹ. Καὶ ἔπεσεν εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν. Καὶ ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρα· καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς. Οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν.» Ἀπήλαυσαν, φησὶν, ὧν ὠρέχθησαν, καὶ τὴν γαστριμαργίαν ἐνέπλησαν· ἀλλ' ὅμως τῆς ἀπληστίας εἰσεπράχθησαν δίκας. «Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, [λαʹ] Καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ' αὐτοὺς, καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν.» Ἐπειδὴ γὰρ πεῖραν πολλὴν λαβόντες τῆς θείας δυνάμεως, οὐκ ἐπίστευσαν δύνασθαι τὸν Θεὸν χορηγῆσαι τὴν τροφὴν, καὶ τὴν παιδείαν ἐπήγαγε, διδάσκων ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν. Ἀλλ' ὅμως, οὐδὲν ἧττον ἐπέμειναν πλημμελοῦντες. Τοῦτο γὰρ ἐπήγαγεν· λβʹ, λγʹ. «Ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ. Καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν· καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς.» Ἁμαρτάνοντες, φησὶ, καὶ πλημμελοῦντες, καὶ τῶν μὲν ὠφελεῖν δυναμένων οὐδεμίαν ποιούμενοι πρόνοιαν, τοῖς δὲ ματαίοις καὶ ἀκερδέσι προστετηκότες ἐπιτηδεύμασι, καὶ μετὰ πάσης ταῦτα μετιόντες σπουδῆς, τὸν βίον ὑπεξῆλθον. λδʹ, λεʹ. «Ὅτ' ἂν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ ἐμνήσθησαν ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι, καὶ ὁ Θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστι.» Οὐ μάτην δὲ αὐτοῖς ὁ φιλάνθρωπος Δεσπότης τὰς πέδας ἐπήγαγεν· ὠφέλειαν γὰρ ἐντεῦθεν οὐ σμικρὰν ἐκαρποῦντο. Ἀπολαύοντες μὲν γὰρ τῶν ἀγαθῶν, οὐκ ᾐσθάνοντο· κολαζόμενοι δὲ, τὴν θείαν προσῄεσαν αἰτοῦντες φιλανθρωπίαν. λϛʹ, λζʹ. «Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν· καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ. Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ' αὐτοῦ· οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.» Ἀγαπᾷν δὲ αὐτὸν ὑπισχνοῦντο ψευδέσι χρώμενοι λόγοις.