Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1493
Not analysed yet
Ἀντεφθέγγετο γὰρ τοῖς λόγοις ὁ λογισμὸς, ἐναντία τοῖς θείοις βουλευόμενος νόμοις, καὶ πιστεύειν τοῖς θείοις λογίοις οὐκ ἀνεχόμενος. ληʹ. «Αὐτὸς δέ ἐστιν οἰκτίρμων, καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ διαφθερεῖ. «Ἀλλ' ὅμως αὐτὸς, τῇ οἰκείᾳ χρώμενος ἀγαθότητι, οὐκ ἠνέσχετο αὐτοὺς παντελεῖ παραδοῦναι φθορᾷ.» Καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὑτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὑτοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ ἐπὶ πολὺ ἀπέστρεψε τὴν ὀργὴν αὑτοῦ, καὶ οὐ διήγειρεν ὅλον τὸν θυμὸν αὑτοῦ. Οὐκ ἀξίαν αὐτοῖς, φησὶ, τῶν πεπλημμελημένων τιμωρίαν ἐπήγαγεν. λθʹ. «Καὶ ἐμνήσθη ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον, καὶ οὐκ ἐπιστρέφον.» ᾜδει γὰρ αὐτῶν τῆς φύσεως τὴν ἀσθένειαν· καὶ ὅτι οὐκ εἰς μακρὰν δέξονται τοῦ βίου τὸ πέρας. μʹ, μαʹ. «Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ· παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ. Καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν.» Διὰ τούτων ἁπάντων τὴν θείαν διδάσκει μακροθυμίαν. Ἀκριβέστερον δὲ τούτων ἕκαστον ἐκ τῆς ἱστορίας καταμαθεῖν δυνατόν. Ποτὲ μὲν γὰρ τὸν μόσχον ἐθεοποίησαν· ποτὲ δὲ τῷ Βεελφεγὼρ ἐτελέσθησαν. Ἄλλοτε τὴν κατὰ τοῦ μεγάλου Μωσοῦ ἐμελέτησαν τυραννίδα· τῆς τοῦ μάννα τροφῆς ἀπολαύοντες, ἠχαρίστησαν· ἀπολαβεῖν τὴν ἐπηγγελμένην κελευσθέντες γῆν, τὸ δέος προὐβάλλοντο· καὶ ἄλλα μυρία πρὸς τούτοις εἰργάσαντο, ἅπερ μηκύνειν οὐκ ἐθέλοντες τὸν λόγον παραλείψομεν. μβʹ. «Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος,» Οὐκ ἐβουλήθησαν λαβεῖν εἰς διάνοιαν τὰς προτέρας εὐεργεσίας, οὐδὲ λογίσασθαι τοῦ Θεοῦ τὴν ἰσχὺν, δι' ἧς ἀπηλλάγησαν τῆς Αἰγυπτίων δουλείας. Εἶτα διέξεισι τὰς ἐκεῖ γεγενημένας θαυματουργίας. μγʹ. «Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὑτοῦ, καὶ τὰ τέρατα αὑτοῦ ἐν πεδίῳ Τάνεως.» Ἡ Τάνις εἶχε τοῦ Φαραὼ τὰ βασίλεια. Ἐκεῖ δὲ τοῖς Αἰγυπτίοις τὰς τιμωρίας ὁ μέγας ἐπήγαγε Μωσῆς. μδʹ. «Καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν.» Πρῶτον μὲν γὰρ οὐ τὰ ποτάμια μόνον ὕδατα, ἀλλὰ καὶ τὰ ἐξ ὑετῶν συνιστάμενα μετέβαλεν εἰς αἵματος φύσιν, τῷ δίψει πιέζων τοὺς ἀντιλέγοντας. μεʹ, μϛʹ. «Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτοὺς, καὶ βάτραχον, καὶ διέφθειρεν αὐτούς. Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρποὺς αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι.» Κυνο-