Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1496
Not analysed yet
μυίᾳ δὲ καὶ βατράχοις ὑπουργοῖς τῆς ὀργῆς χρησάμενος, πικρὰς αὐτοῖς τὰς ὀδύνας ἐπήγαγεν. Ἐρυσίβῃ δὲ καὶ ἀκρίδι τῆς γῆς διέφθειρε τοὺς καρπούς. μζʹ. «Ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ.» Ἐρυσίβῃ μὲν καὶ ἀκρίδι τὸν καρπὸν κατηνάλωσε, χαλάζῃ δὲ καὶ πάχνῃ καὶ αὐτὰς τὰς ῥίζας τῶν δένδρων ἐνέκρωσε. Τὰς μέντοι συκαμίνους οἱ ἄλλοι ἑρμηνευταὶ συκομόρους ἡρμήνευσαν. μηʹ. «Καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί.» Ὁ δὲ Σύμμαχος οὕτως· Τοῦ ἐκδόντος λοιμῷ τὰ κτήνη αὐτῶν, καὶ τὰ κτήματα αὐτῶν οἰωνοῖς. Ἀθρόαν γὰρ δεξάμενα τελευτὴν, θοίνη τῶν σαρκοβόρων ὀρνίθων ἐγένετο. μθʹ. «Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὑτοῦ· θυμὸν, καὶ ὀργὴν, καὶ θλῖψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν.» Θυμὸν, καὶ ὀργὴν, καὶ θλῖψιν, τὰς πικρὰς τιμωρίας ἐκάλεσεν· ἀγγέλους δὲ πονηροὺς, τῆς τιμωρίας τοὺς ὑπουργούς· οὔτε φύσεως, οὔτε προαιρέσεως μοχθηρίαν, τὴν πονηρίαν καλῶν, ἀλλὰ τὴν τῆς κολάσεως τιμωρίαν. Οὕτω πονηρὰν ἡμέραν τὴν τῆς τιμωρίας ἡμέραν καλεῖ. Τοῦτο δὲ καὶ ὁ Σύμμαχος παρεδήλωσεν· ἀντὶ γὰρ ἀγγέλων πονηρῶν, ἀγγέλων κακούντων εἴρηκεν. νʹ. «Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὑτοῦ.» Ἀντὶ τοῦ, οὐκ ἐκώλυσεν ἡ φιλανθρωπία τὴν τιμωρίαν, ἀλλ' ἔδωκε χώραν τῇ δικαίᾳ παιδείᾳ. Τοῦτο καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. «Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν· καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε. [ναʹ.] Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν παντὸς πόνου αὐτῶν. ἐν τοῖς σκηνώμασι Χάμ.» Θεασάμενος γὰρ αὐτῶν τὴν ἀντίτυπον γνώμην, ἀφειδῶς αὐτοῖς τὰς τιμωρίας ἐπήγαγε· πρῶτον μὲν τοῖς κτήνεσιν ὄλεθρον, ὕστερον δὲ τοῖς πρωτοτόκοις θάνατον ἐπάγων ἀπροσδόκητον. Σκηνώματα δὲ Χὰμ, τὴν Αἴγυπτον προσηγόρευσεν, ἐπειδὴ τοῦ Χὰμ υἱὸς ὁ Μεσρὲμ, Μεσρὲμ δὲ ἡ Αἴγυπτος. νβʹ. «Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὑτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ.» Οὕτως ἐκείνους παιδεύσας, ἐπὶ τὴν ἔρημον ἤγαγε τὸν οἰκεῖον λαόν· ποιμένα μιμούμενος, τῆς ποίμνης ἡγούμενον. νγʹ. «Καὶ ὡδήγησεν αὐτοὺς ἐπ' ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν.» Πολλὰ γὰρ ἐνέγγυα τῆς οἰκείας δυνάμεως δεδωκὼς, θαῤῥεῖν αὐτῷ, καὶ μὴ δεδιέναι προσέταξε. Τοῦτο δὲ παρὰ μὲν τοῦ Θεοῦ τῶν ὅλων