Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1497
Not analysed yet
ἐγένετο· ἐκεῖνοι δὲ τῇ δυνάμει τοῦ Θεοῦ θαῤῥεῖν οὐκ ἠβούλοντο. «Καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσα.» Ἡ γὰρ αὐτὴ θάλασσα τούτοις μὲν παρέσχεν ὁδὸν, ἐκείνους δὲ τοῖς κύμασιν ἔχωσε. νδʹ. «Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὑτοῦ, ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ.» Ἐκεῖθεν τοίνυν ἐλευθερώσας, ἔδωκεν αὐτοῖς ἣν ἐπηγγείλατο γῆν· διὰ γὰρ τοῦ Σιὼν ὄρους πᾶσαν τὴν γῆν παρεδήλωσε. «Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας.» Τῶν γὰρ παλαιῶν οἰκητόρων τὴν γῆν ἐκείνην ἐλευθερώσας, τούτοις κατὰ τὰς ὑποσχέσεις τὴν ταύτης δέδωκε δεσποτείαν. Τοῦτο γὰρ δηλοῖ τὸ ἐν σχοινίῳ κληροδοσίας. Τὴν γὰρ οἰκείαν εἰώθασι γῆν οἱ κεκτημένοι μετρεῖν· τοὺς δὲ κλήρους καὶ τὰς διανεμήσεις ἀκριβέστερον διδάσκει τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἡ συγγραφή. νεʹ. «Καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ.» Κατὰ [φυλὰς] γὰρ τὴν γῆν διενείμαντο· οὕτω τὴν μετὰ τὴν ἔρημον αὐτῶν ἀπιστίαν διδάξας, διηγεῖται τὰς ἐν τῇ γῇ τῆς ἐπαγγελίας παρανομίας. νϛʹ. «Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο.» Μετὰ τοσαύτας καὶ τηλικαύτας εὐεργεσίας ἐπέμειναν παρανομοῦντες, καὶ τὰς θείας παραβαίνοντες ἐντολάς. νζʹ. «Καὶ ἀπέστρεψαν, καὶ ἠθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτῶν.» Τὴν τῶν πατέρων ἐμιμήσαντο μοχθηρίαν, καὶ τὴν ἐκείνων θεασάμενοι τιμωρίαν, οὐδὲν ἐντεῦθεν ἀπώναντο. «Μετεστράφησαν εἰς τόξον στρεβλόν.» Τόξον, κατὰ μὲν τέχνην κατεσκευασμένον, κατὰ σκοποῦ πέμπει τὰ ἀφιέμενα βέλη· διαστροφὴν δέ τινα δεξάμενον, τὰ πεμπόμενα βέλη κατευθύνειν οὐ δύναται. Κἀκεῖνοι τοίνυν τῆς διανοίας τὴν εὐθύτητα διαφθείραντες, οὔτε ταῖς θείαις εὐεργεσίαις εἰς δέον ἐχρῶντο, καὶ βλάβης ἀφορμὰς τὰς τῆς ὠφελείας ἀπέφαινον ἀφορμάς. νηʹ. «Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν.» Παρὰ τοῦ Θεοῦ τῶν ὅλων δεχόμενοι τὰ ἀγαθὰ, τοῖς ἀψύχοις εἰδώλοις ἐδούλευον. νθʹ. «Ἤκουσεν ὁ Θεὸς, καὶ ὑπερεῖδε.» Δεομένους, φησὶ, τῆς οἰκείας οὐκ ἠξίου προνοίας. Ταῦτα δὲ σαφέστερον ἡ τῶν Κριτῶν ἱστορία διδάσκει. Παρέδωκε γὰρ αὐτοὺς, ποτὲ μὲν Ἀμμανίταις, ποτὲ δὲ Μωαβίταις, ἄλλοτε δὲ Μαδιηναίοις, καὶ ἀλλοφύλοις· ποινὴν αὐτοὺς τῆς ἀσεβείας εἰσπραττόμενος. «Καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ.» Τὸν γὰρ πολυθρύλλητον ἐκεῖνον λαὸν, τὸν παραδόξως τῆς Αἰγυπτίων δουλείας ἀπαλλαγέντα, ὃν ἡ θάλασσα εἶδε καὶ ἔφυγε, καὶ ὁ Ἰορδάνης ἀνεχώρησεν εἰς τὰ ὀπίσω, τοῦτον οἱ ὅμοροι ῥᾳδίως κατηγωνίζοντο.