Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1500
Not analysed yet
ξʹ. «Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα ὃ κατεσκήνωσεν ἐν ἀνθρώποις.» Ταῦτα δὲ λοιπὸν ἡ ἀρχὴ τῶν Βασιλειῶν διδάσκει, Ἡλεὶ μεμνημένη τοῦ ἀρχιερέως, καὶ τῆς τῶν ἐκείνου παίδων παρανομίας. ξαʹ. «Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν· καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθρῶν.» Ἰσχὺν αὐτῶν καὶ καλλονὴν τὴν κιβωτὸν λέγει· ταύτην δὲ Ὀφνὶ καὶ Φινεὲς εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξαγαγόντες, τῆς οἰκείας παρανομίας ἔτισαν δίκας· τὴν δὲ κιβωτὸν οἱ ἀλλόφυλοι λαβόντες ἀνέθεσαν οἷόν τι ἀκροθίνιον τῷ Δαγών· εἴδωλον δὲ τοῦτο ἦν, ὑπ' ἐκείνων θεραπευόμενον. ξβʹ. «Καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὑτοῦ, καὶ τὴν κληρονομίαν αὑτοῦ ὑπερεῖδε.» Παρέδωκε γὰρ αὐτοὺς ταῖς τῶν πολεμίων χερσὶ, διὰ τὴν τῆς παρανομίας ὑπερβολήν. Κληρονομίαν δὲ αὐτοὺς ὠνόμασεν, ὡς κηδεμονίας ὅτι μάλιστα πλείστης παρ' αὐτοῦ τετυχηκότας ἀεί. Οὕτω δὲ αὐτοὺς καὶ ὁ μέγας προσηγόρευσε Μωσῆς. «Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Εἶτα καταλέγει τῆς τιμωρίας τὰ εἴδη. ξγʹ, ξδʹ. «Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ· καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν. Οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσον, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται.» Τοὺς μὲν γὰρ πυρὶ παρέδωκε· τῶν δὲ ὁ συνήθης οὐκ ἐγένετο θρῆνος, ἑκάστου περὶ τὰ οἰκεῖα ἠσχολημένου κακά. Ὀφνὶ δὲ καὶ Φινεὲς οἱ ἱερεῖς, αὐτὴν ἐπιφερόμενοι τὴν κιβωτὸν, ἐδέξαντο τὴν σφαγὴν, δι' αὐτῶν διδασκόμενοι τῶν πραγμάτων, μὴ θαῤῥεῖν παρανομίᾳ συζῶντας τῇ θείᾳ κηδεμονίᾳ. ξεʹ. «Ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος.» Ἀλλ' ὅμως ταύταις αὐτοὺς ταῖς τιμωρίαις ὑποβαλὼν, καὶ τοὺς τούτων ἐδίδαξε πολεμίους τὰς τῶν γεγενημένων αἰτίας. «Ὡς δυνατὸς, καὶ κεκραιπαληκὼς ἐξ οἴνου. [ξϛʹ.] Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ ὀπίσω ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.» Οἷον γάρ τινα ὕπνον τὴν μακροθυμίαν ἀποσεισάμενος, τοῖς ἀλλοφύλοις ἐπήνεγκε τὴν πληγὴν, δι' ἣν ἐπονείδιστοι παρὰ πᾶσιν ἐγένοντο. Λέγει δὲ τῆς ἕδρας τὸ πάθος, ὅπερ ἡ ἱστορία διδάσκει. Τοῦτο δὲ καὶ ἡ προφητεία δεδήλωκεν· ἔφη γάρ· «Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ ὀπίσω·» σεμνότερον τὸ μέρος δηλώσασα τὸ δεξάμενον τὴν πληγήν. Ὕπνον δὲ τὴν μακροθυμίαν ἐκάλεσεν· ἐξ οἴνου δὲ κραιπά-