Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1501
Not analysed yet
λην, τὴν ἀγανάκτησιν. Καθάπερ γὰρ ἐπείσακτόν ἐστι Θεοῦ, τιμωρία δικαίως τοῖς πλημμελοῦσιν ἐπαγομένη. ξζʹ. «Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο.» Πάλιν τὰς ἄλλας καταλιπὼν φυλὰς, μόνης μέμνηται τῆς Ἐφραΐμ, τὴν ἐσομένην προορῶν τυραννίδα. Ἐκ ταύτης γὰρ Ἱεροβοὰμ ὁρμώμενος, τὰς δέκα φυλὰς ἐκ τῆς Δαβιτικῆς ἀπέῤῥηξε βασιλείας· Ἰωσὴφ δὲ καὶ Ἐφραῒμ τὴν αὐτὴν λέγει φυλήν· υἱὸς γὰρ τοῦ Ἰωσὴφ ὁ Ἐφραΐμ. Ἀπωσθῆναι δὲ αὐτὴν λέγει, τῷ μὴ διαμεῖναι ἐν τῇ Σηλὼμ τὴν σκηνὴν, ἀλλ' ἐν τῇ Ἱερουσαλὴμ τῆς θείας κιβωτοῦ μεταβῆναι τὴν χάριν, ἐν ᾗ καὶ ὁ Σολομὼν μετὰ ταῦτα τὸν θεῖον νεὼν ἐδείματο. ξηʹ. «Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα· τὸ ὄρος τὸ Σιὼν, ὃ ἠγάπησεν.» Ἐξελέξατο μέντοι τὴν φυλὴν Ἰούδα, διὰ τὴν ἐξ Ἰεσσαὶ ῥάβδον ἀνθήσειν προσδοκωμένην. Ταύτην δὲ τὴν βλάστην καὶ ὁ πατριάρχης Ἰακὼβ προεθέσπισεν εὐλογῶν τὸν Ἰούδαν· μέμνηται δὲ αὐτῆς καὶ ὁ θεσπέσιος Παῦλος, οὑτωσὶ λέγων· «Πρόδηλον δὲ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός.» Ταύτης οὖν ἕνεκα τὴν Ἰούδα φυλὴν τῶν ἄλλων προείλετο· ἐπειδὴ δὲ τοῦτό πως ἠγνοεῖτο τοῖς πολλοῖς τὸ μυστήριον, μάλα σαφῶς ἐπήγαγε· «Τὸ ὄρος τὸ Σιὼν, ὃ ἠγάπησεν,» ἵνα τῶν ἄλλων φυλῶν κατασβέσῃ τὸν φθόνον, μονονουχὶ λέγων· Μηδεμίαν ἀφορμὴν ζηλοτυπίας εἰσδέξησθε. Διὰ γὰρ τὸ Σιὼν ὄρος ἐξελέξατο τὴν Ἰούδα φυλήν. Ἄλλως τε καὶ σεβάσμιον βούλεται δεῖξαι τὸ ὄρος, διὰ τὸν οἰκοδομηθησόμενον νεὼν ἐν αὐτῷ. ξθʹ. «Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ.» Κέρατι τὸν μονόκερων ἑνὶ καθωπλίσθαι φασίν· ἕνα δὲ προσκυνεῖν Θεὸν καὶ ὁ νόμος ἐδίδαξεν. Εἰκότως τοίνυν ἀπείκασε μονοκέρωτι τὸν ἕνα νεὼν, τὸν τῷ ἑνὶ ἀφιερωμένον Θεῷ. «Ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὡς τὴν γῆν, ἣν ἐθεμελίωσας εἰς τὸν αἰῶνα. Καὶ οἱ ἄλλοι δὲ τὴν αὐτὴν διάνοιαν ἡρμηνεύκασι. Λέγει τοίνυν, ὅτι καθάπερ μίαν ἐδημιούργησε γῆν, οὕτω νεὼν Ἰουδαίοις ἕνα δημιουργῆσαι προσέταξε. οʹ. «Καὶ ἐξελέξατο Δαβὶδ τὸν δοῦλον αὑτοῦ, καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων.» Κατὰ ταυτὸν διὰ τούτων ἐδήλωσε, καὶ τοῦ Δαβὶδ τὴν ἀρετὴν, δοῦλον αὐτὸν ὀνομάσας Θεοῦ, καὶ τοῦ Θεοῦ τὴν φιλοτιμίαν, ὅτι τὸν προβατέα βασιλέα πεποίηκεν.