Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1504
Not analysed yet
οαʹ. «Ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἀκολουθοῦντα ἐγκύμοσιν ἤγαγεν αὐτόν. Ἐπίτασις δὲ τῆς φιλοτιμίας καὶ τοῦτο· οὐδὲ γὰρ ποιμὴν τέλειος ἦν, ἀλλ' ὑπουργὸς ποιμένος, τοῖς τίκτουσι τῶν προβάτων ἑπόμενος. «Ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὑτοῦ, καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὑτοῦ· καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὑτοῦ, καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὑτοῦ ὡδήγησεν αὐτούς.» Καὶ τοῦτο δὲ δείκνυσι τὴν τῆς κηδεμονίας ὑπερβολήν· οὐ γὰρ τοῖς τυχοῦσιν ἀνθρώποις ἐπέστησε τὸν τῶν προβάτων νομέα, ἀλλ' ἁπλότητι σύνεσιν κεράσας, κατὰ τοὺς θείους αὐτοὺς ἐποδήγησε νόμους, Τούτοις ἔοικεν ἡ τοῦ Κυρίου νομοθεσία· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Ἑκατέρου γὰρ ἐξορίσας κακίαν, καὶ τοῦ μὲν τὴν κακουργίαν, τῆς δὲ τὴν ἄνοιαν ἐξελὼν, τὴν ἐπαινουμένην ἐκέρασεν ἀρετήν. Ταύτην καὶ ἡμᾶς ἐν ἑαυτοῖς κατορθῶσαι προσήκει, καὶ τῷ μακαρίῳ Δαβὶδ κληθέντας παραπλησίως, μᾶλλον δὲ ἐπὶ μείζοσι· μειζόνων γὰρ πραγμάτων διακονίαν ἐνεχειρίσθημεν· ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθημεν, κατὰ τὴν τοῦ θεσπεσίου Παύλου νομοθεσίαν. ΕΡΜΗΝ. ΤΟΥ ΟΗʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Ἀσάφ.» Ἀντιόχου, τοῦ ἐπίκλην Ἐπιφανοῦς, τὴν κατὰ τοῦ λαοῦ τῶν Ἰουδαίων μανίαν ὁ προφητικὸς προθεσπίζει λόγος. Τὴν δὲ χρησμολογίαν εἰς εὐχὴν σχηματίζει, ὡς ὑπὸ τῶν εὐσεβῶν τῶν ἐσομένων τηνικαῦτα προσφερομένην, οὐδέπω μὲν νενικηκότων, ἔτι δὲ περικλυζομένων ταῖς συμφοραῖς. «Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου.» Σοφῶς ἡ τοῦ Πνεύματος χάρις τοὺς ταῖς χαλεπαῖς ἐκείναις προσπαλαίοντας συμφοραῖς ἐδίδαξεν ἄρξασθαι τῆς ἱκετείας. Οὐ γὰρ τὰ οἰκεῖα πρότερον διηγήσαντο πάθη· ἀλλὰ τὴν κατὰ τοῦ θείου νεὼ τολμηθεῖσαν ἀσέβειαν, ὡς τοῦ νεὼ μηδὲν εἰς τὸν θεῖον πλημμελήσαντος νόμον. Ἔθνη, φησὶ, δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντα τῆς σῆς κληρονομίας ἐκράτησαν. Ἐπιβῆναι γὰρ τῶν ἀδύτων τοῦ σοῦ νεὼ κατετόλμησαν. Οὐ βωμοῖς δὲ μόνον, καὶ θυσίαις δαιμόνων, τὰ σὰ κατεμίαναν ἅγια. βʹ. «Ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον.» Ἄρδην γὰρ πᾶσαν τὴν πόλιν πορθήσαντες, οὐδὲν σκηνῆς διαφέρειν εἰς ὀπωροφυλάκιον γενομένης, τὴν πολυθρύλλητον ἐπέφηναν Ἱερουσαλήμ.