Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1505
Not analysed yet
»Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς.» Τοσαύτῃ θηριωδία καὶ μανίᾳ κατὰ τῶν σῶν θεραπόντων ἐχρήσαντο, ὡς τοῖς θηρίοις καὶ τοῖς τῶν πετεινῶν σαρκοβόροις τὰ τούτων σώματα προθεῖναι θοίνην. γʹ. «Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων.» Μιαιφόνον δὲ κεκτημένοι τὴν γνώμην, ἀναιροῦσι μὲν τοὺς εὐσεβείᾳ συζῶντας· αἱμάτων δὲ ὀχετοὺς κατὰ τῆς γῆς παρασκευάζουσι φέρεσθαι, τάφου δὲ ἀξιοῦσθαι τοὺς σφαττομένους οὐ συγχωροῦσιν. δʹ. «Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.» Ταῦτα ἡμᾶς ἐπονειδίστους τοῖς ὁμόροις εἰργάσαντο· διὰ ταῦτα ἐπίχαρτοι τοῖς πλησιοχώροις γεγόναμεν. Γείτονας δὲ καλεῖ τοὺς Ἀλλοφύλους, τοὺς Ἰδουμαίους, τοὺς Ἀμμανίτας, τοὺς Μωαβίτας, καὶ τὰ ἄλλα ἔθνη τὰ ὅμορα, ἅπερ αὐτοῖς ἀντίπαλα καὶ πολέμια ἦν ἀεί. εʹ. «Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος· ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;» Νομοθετῶν ὁ Θεὸς αὐτῷ μόνῳ λατρεύειν προσέταξε, καὶ ἕτερον μηδένα καλούμενον προσκυνῆσαι Θεὸν, «Ὅτι ἐγὼ, φησὶ, Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, πῦρ καταναλίσκον.» [Ἀλλ' ὡς πολλάκις ἡμῖν εἴρηται, μηδεὶς ἀκούων ἕνα Θεὸν μοναρχίαν ὑπολάβοι· τὴν γὰρ ἀπερινόητον καὶ ἀεὶ οὖσαν οὐσίαν τὴν ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι προσκυνουμένην, Θεὸν ὀνομάζει· ὅτι δὲ νομοθετεῖ ὁ Θεὸς Λόγος, ὅς ἐστιν Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ ἡμῶν, οὐκ ἂν ἀμφιβάλοι ἕκαστος τῶν φιλομαθεστέρων.] Τοῦτο καὶ ἐνταῦθα ὁ προφητικὸς ἀνέμνησε λόγος· «Ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου.» Μὴ ἐπιπλεῖστον Δέσποτα, φησὶν, ὀργισθῇς, μηδὲ πυρὸς δίκην διὰ τὰς ἡμετέρας πλημμελείας τὸν καθ' ἡμῶν ζῆλον ἐξάψῃς. ϛʹ. «Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη, τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο.» Ἐπειδὴ δίκας ἁμαρτημάτων τοὺς ἀνθρώπους εἰσπράττῃ, κατ' ἐκείνων ἱκετεύω σε τὴν ὀργὴν μεταθεῖναι, οἳ παντάπασι τὸ σὸν μαθεῖν οὐκ ἐθέλουσιν ὄνομα, ἀλλὰ τῇ ἀκροτάτῃ δυσσεβείᾳ δουλεύουσιν. ζʹ. «Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.» Σαφὲς δὲ καὶ τοῦτο τῆς ἐκείνων παρανομίας τεκμήριον· οὐδὲν γὰρ παρ' ἡμῶν κακὸν ὑπομείναντες, ἡμᾶς μὲν σφαγαῖς κατανάλωσαν, τὴν δὲ χώραν ἐδῄωσαν, καὶ τὰς πόλεις ἐπόρθησαν. Τὸν δὲ τόπον αὐτοῦ, Ἀκύλας μὲν, ὡραῖον αὐτοῦ, Σύμμαχος δὲ καλλονὴν αὐτοῦ, ὁ δὲ Θεοδοτίων, εὐπρέπειαν αὐτοῦ ἡρμήνευσαν· δι' ὧν μᾶλλον ὁ θεῖος