Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1508
Not analysed yet
οἶκος δεδήλωται. Καλῶς δὲ τὸν λαὸν Ἰακὼβ προσηγόρευσε, τῇ τοῦ προπάτορος μνήμῃ τὸν Θεὸν εἰς ἔλεον διεγείρων. ηʹ. «Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων.» Εὐσεβεῖς ἦσαν οἱ ταύτην προσφέροντες τὴν εὐχὴν, καὶ πολὺν ὑπὲρ εὐσεβείας ἀναδεξάμενοι ζῆλον. Ἀοίδιμος γὰρ ἡ τῶν Μακκαβαίων ἀρετή. Εἰκότως τοίνυν ἀντιβολοῦσι, μὴ τῶν προτέρων ἁμαρτημάτων εὐθύνας τὸν λαὸν εἰσπραχθῆναι. Ἀλλὰ τοῦτο μὲν τεθείκασιν, οὐ μὴν καὶ τὸ δεύτερον προστεθείκασιν, ὥστε τὸν Θεὸν τὴν παροῦσαν αὐτῶν εὐσέβειαν κατιδεῖν. Τοῦτο γὰρ μάλιστα τὴν πολλὴν αὐτῶν δείκνυσιν ἀρετήν· τὸ τῶν μὲν προτέρων ἁμαρτημάτων μνησθῆναι, κρύψαι δὲ τὴν παροῦσαν εὐσέβειαν. «Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. [θʹ] Βοήθησον ἡμῖν ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν.» Ὄρεξον ὅτι τάχιστα τὴν ἄμαχόν σου ῥοπήν· πάσης γὰρ ἔρημοι προνοίας γεγόναμεν· σὲ δὲ μόνον ἐπίκουρον ἔχομεν καὶ σωτῆρα. «Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς· καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου.» Οὐδαμοῦ τῆς σφετέρας μνημονεύουσιν ἀρετῆς, ἀλλὰ διὰ τὸ θεῖον ὄνομα τῆς θείας ἐπικουρίας ἀντιβολοῦσι τυχεῖν· ἡμῶν γὰρ, φησὶ, κακοπραγούντων, κατὰ τοῦ σοῦ ὀνόματος ἡ βλασφημία χωρεῖ. Ἀντιβολοῦμεν τοίνυν, παριδεῖν μὲν σὲ τὰ πλημμελήματα· μεταβαλεῖν δὲ τὰς συμφορὰς, καὶ τὴν σὴν δύναμιν ὑποδεῖξαι τοῖς ἀγνοοῦσι. ιʹ. «Μήποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ ὡς γεγενημένον τοῦτο εἰρήκασιν· Εἰς τί λέγει τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Τοῦτό με, φησὶν, ἀνιᾷ, τοῦτό με κεντεῖ πάσης ἀκίδος ὀξύτερον, τὸ ὑπὸ τῶν ἐθνῶν κατὰ σοῦ τὴν βλασφημίαν τολμᾶσθαι, καὶ ἐπιτωθάζοντας λέγειν, Ποῦ ἐστιν ὁ Θεὸς ὑμῶν, ὃν λέγετε μαστιγῶσαι τὴν Αἴγυπτον, διῃρηκέναι τὴν θάλατταν, [ὑμῖν δὲ δωρῆσαι διάβασιν, καὶ τ' ἄλλα πάντα δεδρακέναι] τὰ μεγάλα καὶ πολυθρύλλητα; «Καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου, τοῦ ἐκκεχυμένου.» Ἀντιβολοῦμεν τοίνυν, τούτους μὲν τῖσαι τῆς μιαιφονίας ποινὴν, τοὺς δὲ ἄλλους ἅπαντας ἰδεῖν σὺν ἡμῖν τὴν δικαίαν σου ψῆφον, καὶ τὴν ὑπὲρ τῶν ἀνῃρημένων σοῦ θεραπόντων ὀργήν. ιαʹ. «Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων· κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων.» Ἀπιδεῖν ἱκετεύω σε καὶ εἰς τοὺς ἔτι μὲν περιόντας, δεσμὰ δὲ περικειμένους, καὶ προσδεχομένους τὸν θάνατον, καὶ μὴ πανωλεθρίαν τοῦ ἡμετέρου καταψηφίσασθαι γένους· ἀλλὰ τῶν ἀνῃρημένων περισῶ-