Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1509
Not analysed yet
σαι τοὺς παῖδας, καὶ νεολαίαν ἐξ αὐτῶν καταστῆσαι. ιβʹ. «Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε.» Πολλαπλασίαν τοῖς ὁμόροις τῆς βλασφημίας τὴν τιμωρίαν ἐπάγαγε. Οὐ γὰρ ὡρισμένον ἀριθμὸν διὰ τῶν εἰρημένων ἐδήλωσεν, ἀλλὰ μεγίστην αὐτοῖς ἐπαχθῆναι τιμωρίαν ἐξῄτησε. Τοιοῦτο καὶ τὸ, «Στεῖρα ἔτεκεν ἑπτὰ,» ἀντὶ τοῦ πολλά. Τὸν δὲ κόλπον εἴρηκεν, ἐκ μεταφορᾶς τῶν ἐν τῷ κόλπῳ τι φερόντων, καὶ ἀσφαλῶς συνεχόντων, ὥστε μηδὲν ἐκπεσεῖν· ἀντὶ τοῦ, Πλήρωσον αὐτοὺς συμφορῶν ἐπικειμένων διηνεκῶς. ιγʹ. «Ἡμεῖς δὲ λαός σου, καὶ πρόβατα νομῆς σου· ἀνθομολογησόμεθά σοι, ὁ Θεὸς, εἰς τὸν αἰῶνα· εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου.» Ἡμεῖς δὲ οἱ λαὸς σὸς χρηματίσαντες, καὶ ποίμνιον ὀνομαζόμενοι σὸν, ἐνδελεχῶς σοι τοὺς ὕμνους προσοίσομεν· καὶ τὰς ὑπὲρ τῆς εὐεργεσίας ὁμολογήσομεν χάριτας· καὶ ἀναγράπτους ταύτας πεποιηκότες, τοῖς ἐσομένοις ἀνθρώποις προσοίσομεν τὴν τούτων διήγησιν· τὸ μέντοι ἀνθομολογησόμεθα, ἀντὶ τοῦ ἐξομολογησόμεθα εἴρηκε· τὴν εὐχαριστίαν δὲ τὸ ὄνομα δηλοῖ. ΕΡΜΗΝ. ΤΟΥ ΟΘʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ἐν ὕμνοις· ὑπὲρ τῶν ἀλλοιωθησομένων. Μαρτύριον τῷ Ἀσάφ. Ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου.» Μεταβολήν τινων πραγμάτων ὁ παρὼν προλέγει ψαλμός· ἡ γὰρ ἀλλοίωσις τοῦτο δηλοῖ, καὶ μαρτύρεται· διὰ τοῦτο καὶ μαρτύριον πρόσκειται. Προθεσπίζει δὲ ἡ χάρις τοῦ Πνεύματος τὸν τῶν Ἰουδαίων ἀνδραποδισμὸν, καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν. Ἐσχημάτισται δὲ εἰς εὐχὴν ὁ ψαλμὸς τῷ Θεῷ τῶν ὅλων, ὡς ὑπ' αὐτῶν ἐκείνων προσφερομένην. Διδάσκει γὰρ αὐτοὺς ἡ προφητικὴ χάρις, ὁποίοις δεῖ τὸν Θεὸν ἱλεώσασθαι ῥήμασι, καὶ εἰς ἔλεον διεγεῖραι. Προλέγει δὲ καὶ τὴν ἐσομένην πᾶσιν ἀνθρώποις διὰ τοῦ Δεσπότου Χριστοῦ σωτηρίαν. βʹ. «Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες.» Σὲ, Δέσποτα, τὸν ποιμένος δίκην τοῦ λαοῦ προμηθούμενον δέξασθαί μου τὴν ἱκετείαν ἀντιβολῶ. «Ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ.» Οἷόν τισι λύκοις περιπεσόντα τοῖς ἀδελφοῖς, τῶν ἐκείνων ἀπαλλάξας χειρῶν, ἐποδήγησας εἰς Αἴγυπτον, καὶ κρείττονα τῶν ἐπιβουλευσάντων ἀπέφηνας. Οὕτω τὴν εἰς αὐτοὺς γεγενημένην κηδεμονίαν διεξελθὼν, ἐπὶ τὴν