Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1512
Not analysed yet
γενικωτέραν ἐξουσίαν μετέβη. «Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι.» Ἐπειδὴ γὰρ τούτων μόνων ὁ μέγας Μωσῆς ἐκτυπώματά τινα ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀνέθηκε, καὶ μέσον τούτων τὸ ἱλαστήριον τέθεικε, δι' ἐκείνου δέ τις ἐπιφάνεια θεία τοῖς ἀρχιερεῦσιν ἐγένετο, εἰκότως ἐνταῦθα καὶ τῶν Χερουβὶμ ἐμνημόνευσε, καὶ τὸν τούτοις ἐπικαθήμενον ἐπιφανῆναι ἱκέτευσεν. γʹ. «Ἐναντίον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ.» Ἐπιφανῆναί σε, φησὶν, ἱκετεύω τῷ σῷ λαῷ. Διὰ γὰρ τῶν εἰρημένων φυλῶν πάντα δεδήλωκε τὸν λαόν. Τούτων δὲ ἐμνημόνευσεν, ἐπειδὴ καὶ τοῦ Ἰωσὴφ ἐποιήσατο μνήμην. Τοῦ δὲ Ἰωσὴφ ὁ μὲν Ἐφραῒμ καὶ ὁ Μανασσῆς παῖδες· ὁ δὲ Βενιαμὶν ἀδελφὸς ὁμομήτριος. «Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.» Ὡς μακροθυμοῦντα, καὶ ἡσυχίᾳ χρώμενον, τὸν Θεὸν διανίστησιν. Ἅπασάν σου τὴν δύναμιν, φησὶ, κίνησον, τὴν ἡμετέραν πραγματευσάμενος σωτηρίαν. [Τοῦτο μὲν, ὡς εἴρηταί μοι ἀνωτέρω, ὁ ἀνδραποδισθεὶς τὸ τηνικαῦτα παρὰ τῶν Ἀσσυρίων λαὸς, τοῦτο δὲ τὰ ἔθνη ἀντιβολεῖ, κηδόμενα τὴν παρὰ τοῦ εὐεργέτου σωτηρίαν· τοῦτο γὰρ θέλει εἰπεῖν ὁ προφητικὸς νοῦς καὶ διὰ τῶν ἑξῆς.] δʹ. «Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς.» Τῆς δουλείας ἐλευθέρωσον, καὶ τὴν ἐπάνοδον χάρισαι. [Ὁ μὲν τὴν ἐκ Βαβυλῶνος ἱκετεύων, ὁ δὲ τὴν ἐξ εἰδώλων ἐπιστροφήν.] Εἶτα τοῦ πράγματος διδάσκει τὴν εὐκολίαν. «Καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.» Ἀρκεῖς γὰρ φαινόμενος λῦσαι τὰς συμφοράς. εʹ. «Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σου;» Μέχρι πότε, Δέσποτα, τὰς ἐμὰς παραπέμπῃ λιτὰς, ἐπὶ τοῖς ἐμοῖς πλημμελήμασιν ὀργιζόμενος; Δοῦλον δὲ αὐτοῦ τὸν λαὸν ὀνομάζει. Καὶ γὰρ οἱ ἄλλοι ἑρμηνευταὶ, Ἐπὶ τὴν προσευχὴν τοῦ λαοῦ σου, ἀντὶ τοῦ, δούλου σου, τεθείκασιν. ϛʹ. «Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων· καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ.» Ὁ χρόνος ἐνταῦθα ἐνήλλακται· καὶ γὰρ οἱ ἄλλοι ὡς γεγενημένα ταῦτα εἰρήκασιν· «Ἐψώμισας ἡμᾶς ἄρτον δακρύων, καὶ ἐπότισας ἡμᾶς μετὰ δακρύων μέτρῳ.» Λέγει δὲ, ὅτι Καὶ τὴν τροφὴν ἡμῶν, καὶ τὸ πόμα δάκρυσι συνεκέρασας· ὀδυρόμενοι γὰρ καὶ στένοντες μεταλαγχάνομεν τῆς ἀναγκαίας τροφῆς. Τοῦτο δὲ πεποίηκεν ἀντιμετρήσας ταῖς ἁμαρτίαις τὴν τιμωρίαν. Τοῦτο καὶ ὁ Κύριος· «ᾯ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.» Τοῦτο καὶ Ζαχαρίας εἶδεν ὁ προφήτης τὸ μέτρον, τῆς Βαβυλῶνος προ-