Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1513
Not analysed yet
θεσπίζων τὸν ὄλεθρον. Δύο γὰρ ἔφησε θεᾶσθαι γυναῖκας, ἔποπος μὲν ἐχούσας πτερὰ, τὸ δὲ μέτρον φερούσας, καὶ τοῦτο προσταχθείσας εἰς Βαβυλῶνα κομίσαι. Διὰ τούτων δὲ διδασκόμεθα τῆς θείας ψήφου τὸ δίκαιον. ζʹ. «Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.» Ἐπονείδιστοι γεγόναμεν καὶ τοῖς γειτονεύουσιν ἔθνεσιν, ἀεὶ τὴν πρὸς ἡμᾶς ἐσχηκόσι δυσμένειαν· [ἀλλ' ὅμως οὐκ ἀπέστημέν σου· τοῦτο γὰρ διὰ τῶν ἑξῆς ἔφη]. ηʹ. «Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς· καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.» Τῇ σῇ τοίνυν ἐπιφανείᾳ σκέδασον τὸ ζοφῶδες νέφος τῶν συμφορῶν, καὶ τὴν ἐπάνοδον χάρισαι· [τοῦτο μὲν ὁ λαὸς ἀντιβολῶν· τοῦτο δὲ καὶ τὰ ἔθνη· ἐπιφάνειαν λέγων τὴν ἔνσαρκον παρουσίαν.] Δυνατὸς γὰρ εἶ, καὶ τῶν δυνάμεων Κύριος. [Τότε μὲν ἀοράτως ἐκείνους ἐκ τῆς αἰχμαλωσίας ἀνακαλούμενος, τὰ δὲ ἔθνη τῇ σῇ οἰκονομίᾳ περιποιησάμενος.] Εἶτα τὰς παλαιὰς εὐεργεσίας διέξεισι, τῆς ὁμοίας ἀπολαῦσαι προμηθείας ἀντιβολῶν. θʹ, ιʹ. «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν. Ὡδοποίησας ἔμπροσθεν αὐτῆς· καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήρωσε τὴν γῆν.» Σὺ, Δέσποτα, τὴν ἄδικον τῶν Αἰγυπτίων κατέλυσας δυναστείαν· σὺ τὰ τῶν Χαναναίων ἔθνη πανωλεθρίᾳ παρέδωκας, καὶ τὸν σὸν λαὸν καθάπερ ἄμπελον ἐξ Αἰγύπτου μεταγαγὼν, καὶ πᾶσαν κατὰ τὴν ὁδὸν δωρησάμενος εὐκολίαν, ἐν τῇ τῶν Χαναναίων αὐτὸν κατεφύτευσας γῇ. ιαʹ, ιβʹ. «Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης· καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς.» Ἄμπελον τροπικῶς τὸν λαὸν ὀνομάσας, ἐπέμεινε τῇ τροπῇ· καὶ ὄρη μὲν καλεῖ τὴν τῶν ὁμόρων ἐθνῶν ἰσχύν· σκιὰν δὲ ταῦτα καλύπτουσαν τὴν τοῦ Ἰσραὴλ δυναστείαν τούτοις ἐπιτεθεῖσαν· κέδρους δὲ τοῦ Θεοῦ τοὺς ὑψηλοὺς ἄρχοντας, τοὺς ὑπὸ τοῦ Θεοῦ τὸ ἄρχειν εἰληχότας· ἀναδενδράδας δὲ τὰς κέδρους συγκαλυπτούσας, τὴν Ἰσραηλιτικὴν βασιλείαν περιφανεστέραν τούτων γεγενημένην. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ μακαρίου Δαβὶδ, καὶ ἐπὶ τοῦ Σολομῶντος, μεμαθήκαμεν γεγενῆσθαι. Ὁ μὲν γὰρ [μέγας] Δαβὶδ οὐ μόνον παρὰ τῶν Ἀλλοφύλων, καὶ Ἰδουμαίων, καὶ Ἀμμανιτῶν, καὶ Μωαβιτῶν, ἀλλὰ καὶ παρὰ Σύρων ἑκατέρων, δασμὸν