Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1516
Not analysed yet
ἐκομίζετο· πρὸς δὲ τὸν Σολομῶντα καὶ ἡ Αἰθιόπων ἔδραμε βασιλίς· οὕτω παρὰ πᾶσιν ἐγένετο πολυθρύλλητος. Κλήματα δὲ τῆς ἀμπέλου, τοῦ λαοῦ λέγει τὸ πλῆθος· παραφυάδας δὲ, τοὺς προσηλύτους, τοὺς ἐκ τῶν ἐθνῶν προσεληλυθότας, καὶ τὴν θείαν ὑποδεξαμένους ἐπίγνωσιν. Διὰ πάντων δὲ τὴν προτέραν εὐκληρίαν ἐδήλωσε τοῦ λαοῦ. ιγʹ. «Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;» Τί δήποτε τῆς σῆς αὐτὴν προνοίας ἐγύμνωσας, καὶ πεποίηκας τοῖς ἀδικεῖν βουλομένοις εὐχείρωτον; Φραγμὸν δὲ τὴν ἀσφάλειαν κέκληκεν. Ὃ γάρ ἐστιν ἀμπελῶνι φραγμὸς, τοῦτο ἡ τοῦ Θεοῦ πρόνοια τοῖς αὐτῆς ἠξιωμένοις. «Παραπορευομένους δὲ ὁδὸν,» τοὺς πολεμίους. Καθάπερ γὰρ οἱ ὁδοιπόροι τὴν ἄφρακτον καὶ ἀφύλακτον ἄμπελον τρυγῶσιν ἀδεῶς, καὶ τὸν αὐτῆς ἀφαιροῦνται καρπόν· οὕτως ὁ τῆς θείας γεγυμνωμένος Κηδεμονίας τοῖς ἀδικεῖν ἐθέλουσιν εὐχείρωτος γίνεται. ιδʹ. «Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ· καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.» Τὰς διαφόρους τῶν Ἀσσυρίων ἐφόδους διὰ τούτων ἐδήλωσε. Σαλμανασὰρ γὰρ καὶ Σεναχηρεὶμ τὰς ἄλλας ἐξεπόρθησαν πόλεις· ὁ δὲ Ναβουχοδονόσορ, τὴν Ἱερουσαλὴμ πολιορκήσας, τοὺς τὸν θάνατον διαφυγόντας ἐξηνδραποδίσατο. Καὶ ἐπειδὴ ἄμπελον τὸν Ἰσραὴλ προσηγόρευσεν, εἰκότως ὗν ἄγριον ὠνόμασε τὸν τούτου πολέμιον· διαφερόντως δὲ τόδε τὸ θηρίον ἀμπέλων ἐπίβουλον. Μονιὸν δὲ ἄγριον καλεῖ, τὸν καθ' ἑαυτὸν διάγοντα σῦν, ὃς τῶν ἄλλων ἐστὶν ἀγριώτερος, ἅτε δὴ καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν ἀποστρεφόμενος. Ἐπειδὴ τοίνυν καὶ ὁ Ναβουχοδονόσορ τῶν ἄλλων βασιλέων θηριωδέστερος ἦν, εἰκότως αὐτὸν ὠνόμασε μονιὸν ἄγριον. ιεʹ, ιϛʹ. «Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ, καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε· καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην. Καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου.» Ἱκετεύω σε τοίνυν τὸν δυνατὸν Δεσπότην, ἰδεῖν ἄνωθεν τῆς ἀμπέλου τὴν λώβην, καὶ θεραπείας ἀξιῶσαι τὸ πάθος. Ἡ σὴ γὰρ αὐτὴ πρόνοια τὴν προτέραν ἔδωκεν εὐκληρίαν. Δεξιὰν δὲ καλεῖ τὴν Πρόνοιαν. «Καὶ ἐπὶ Υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας ἑαυτῷ.» Ἐνταῦθα τὴν ἐκεῖθεν βλάστησιν τοῦ Δεσπότου διδάσκει Χριστοῦ. Ἱκετεύει γὰρ ἐπιμελείας ἀξιωθῆναι τὴν ἄμπελον, διὰ τὸν ἐξ αὐτῆς ληφθησόμενον ναὸν, ὃν Υἱὸν ἀνθρώπου σαφῶς προσηγόρευσεν. Οὕτω καὶ ὁ Κύριος