Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1517
Not analysed yet
ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, καίτοι Θεὸς ὢν ὁμοῦ καὶ ἄνθρωπος, Υἱὸν ἀνθρώπου ἑαυτὸν ὀνομάζει, ἀπὸ τῆς ὁρωμένης φύσεως τὴν προσηγορίαν τιθείς. Διδάσκει τοίνυν ὁ προφητικὸς λόγος, τοὺς δορυαλώτους γεγενημένους ἱκετεῦσαι τὸν τῶν ὅλων Θεὸν, φειδώ τινα τῆς ἀμπέλου ποιήσασθαι διὰ τὴν ἐκεῖθεν φυομένην σωτήριον ῥίζαν. Οὕτω γὰρ ἑαυτὸν καὶ ὁ Κύριος ὀνομάζει λέγων· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.» Ὡς γὰρ ἄνθρωπος, ἄμπελός ἐστιν· ὡς δὲ Θεὸς, καὶ γεωργὸς, σπείρων σπέρμα καλὸν ἐν τῷ ἀγρῷ αὑτοῦ. Ἐπειδὴ γὰρ ἐκ ταύτης ἐβλάστησε τῆς ἀμπέλου, τῆς ἀχρήστου γεγενημένης, καὶ ἀκάνθας ἀντὶ βοτρύων τῷ γεωργῷ προσενεγκούσης, αὐτὸς ἀληθινὴ γέγονεν ἄμπελος, καὶ κλήματα ἐβλάστησε μέγιστα, τῶν εἰς αὐτὸν πεπιστευκότων τὸ πλῆθος. Τούτων ἀληθῶς ἡ σκιὰ ἐκάλυψε τὰ ὄρη, καὶ αἱ ἀναδενδράδες τὰς κέδρους. Αὕτη ἀληθῶς ἡ ἄμπελος ἐξέτεινε τὰ κλήματα ἕως θαλάσσης, καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς. [Οὐδὲ γάρ ἐστι τόπος, οὐκ ἔστιν ὑπὸ τὸν οὐρανὸν, ἐν ᾧ οὐχ ἵδρυνται τῆς ἀμπέλου ταύτης αἱ θεῖαι ληνοί.] Διὰ ταύτην ἱκετεύουσι κἀκείνην ἀπολαῦσαι φειδοῦς, τὰ παντοδαπὰ αὐτῆς διηγούμενοι πάθη. ιζʹ. «Ἐμπεπυρισμένη πυρὶ, καὶ ἀνεσκαμμένη.» Ἐντεῦθεν μάλιστα δῆλον, ὡς τὰ κατὰ τὸν Βαβυλώνιον ὁ ψαλμὸς καὶ οὐ τὰ κατὰ τὸν Ἀντίοχον, ὡς τισὶν ἔδοξε, προθεσπίζει. Ὁ Βαβυλώνιος γὰρ καὶ τὸν νεὼν ἐνέπρησε, καὶ τῆς πόλεως τὸ πλεῖστον πυρὶ παραδέδωκεν· οὕτω καὶ ἐνταῦθά φησιν, ὅτι οὐ μόνον τὸν καρπὸν ἀπῆλθον τρυγήσαντες, ἀλλὰ καὶ ἀνέσκαψαν, καὶ πρόῤῥιζον αὐτὴν ἀνέσπασαν, καὶ πυρὶ κατηνάλωσαν. «Ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται.» [Ἀλλὰ σοῦ φαινομένου καὶ κινουμένου, φροῦδοι γενήσονται παντελῶς καὶ τὸν ὄλεθρον δέξονται.] ιηʹ. «Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ.» [Ἀπολαύσωμεν τοίνυν τῆς σῆς κηδεμονίας διὰ τὸ οὕτω σε φιλανθρωπίᾳ νικώμενον ἐξ ἡμῶν σαρκοῦσθαι· Υἱὸν δὲ ἀνθρώπου τὸν Κύριον τῆς δόξης ὀνομάζει· περὶ οὗ Παῦλος· «Εἰ γὰρ ἔγνωσαν, οὐκ αὐτὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.»] ιθʹ. «Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ.» [Ἀψευ-