Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1520
Not analysed yet
δὴς γὰρ ὑπάρχεις τὰς σὰς πληρῶσαι ὑποσχέσεις.] Ταύτης γὰρ ἐξ ἡμῶν λαμβανομένης τῆς ἀπαρχῆς, πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τὸν ἀληθῆ Θεὸν ἐπιγνώσεται, καὶ τὴν γεγενημένην φιλανθρωπίαν ὑμνήσει. «Ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα.» Τῷ τρόπῳ δὲ τούτῳ καὶ τοῦ θανάτου τὸ κράτος λυθήσεται, καὶ ἡμεῖς τῆς ζωῆς τῆς αἰωνίου τευξόμεθα, σὲ προσκυνοῦντες τὸν Σωτῆρα Θεόν. κʹ. «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς· καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.» Διὰ ταῦτα τοίνυν ἅπαντα, καὶ τὴν ἐσομένην δι' ἡμῶν ἅπασιν ἀνθρώποις σωτηρίαν, λῦσον μὲν ἡμῖν τὰ σκυθρωπὰ, χάρισαι δὲ τὴν ἐπάνοδον· εἰ γὰρ μόνον φανῇς, τῆς σωτηρίας τευξόμεθα. ΕΡΜΗΝ. ΤΟΥ Πʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Ἀσάφ.» Τὴν Ἰουδαίων οὗτος ὁ ψαλμὸς ἀνάκλησιν προθεσπίζει, καὶ τὴν μετὰ ταῦτα γενομένην ἀλλοτρίωσιν· μεθ' ἣν ἡ κλῆσις τῶν ἐθνῶν, καὶ ὁ τῆς εὐσεβείας Καρπὸς, ὡς ἐν ληνοῖς τισὶ ταῖς ἁγίαις ἐκκλησίαις τῷ Θεῷ προσφερόμενος. Ἐσχημάτισται δὲ τοῦ ψαλμοῦ τὸ προοίμιον, ὡς ἐπανελθόντων ἤδη τῶν τὴν ἱκετείαν προσενηνοχότων ἐκείνην, καὶ χορευόντων, καὶ ἀλλήλοις παρεγγυώντων ὑμνεῖν τὸν σεσωκότα Θεόν. βʹ. «Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν.» Ὁ δὲ Σύμμαχος, εὐφημεῖτε εἴρηκεν· ὁ δὲ Ἀκύλας, αἰνοποιεῖτε. Προσενέγκατε, φησὶ, τῷ Θεῷ τὸν χαριστήριον ὕμνον, τῷ τῆς οἰκείας ἡμῖν μεταδεδωκότι προνοίας. «Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ.» Ἐπινίκιος ὁ ἀλαλαγμὸς, ὡς πολλάκις εἰρήκαμεν. Παρακελεύονται τοίνυν ἀλλήλοις τῷ τὴν νίκην δωρησαμένῳ Θεῷ τὴν ὑμνῳδίαν ὑφῆναι. γʹ. «Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον· ψαλτήριον τερπνὸν μετὰ κιθάρας.» Διαφόροις ὀργάνοις κεχρημένοι τὴν θείαν ἀνεκρούοντο μελῳδίαν· καὶ τοῦτο τῶν Παραλειπομένων ἡ ἱστορία διδάσκει. Παρεγγυᾷ τοίνυν τοῖς χοροῖς ἐκείνοις ὁ λόγος ἀλλήλοις ἀντιδιδόναι τὴν παναρμόνιον τῶν ὀργάνων ἐκείνων ἠχήν· καὶ τούτους μὲν λύραις, ἐκείνους δὲ τυμπάνοις, ἄλλους δὲ κιθάραις τὸν Θεὸν ἀνυμνῆσαι. Τὸ δὲ ψαλτήριον ὁ Σύμμαχος λύραν ἐκάλεσεν. δʹ, εʹ. «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ὅτι πρόσταγμα