Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1521
Not analysed yet
τῷ Ἰσραήλ ἐστιν· καὶ κρῖμα τῷ Θεῷ Ἰακώβ.» Ταῖς σάλπιγξιν ἐκέλευσεν ὁ Θεὸς τοὺς ἱερέας κεχρῆσθαι. Ἀνεμίμνησκον δὲ αὗται τὸν λαὸν τῶν ἐν τῷ ὄρει γενομένων σαλπίγγων. Τοῦ Θεοῦ γὰρ τῶν ὄλων ἐν τῷ Σινᾷ ὄρει διαλεγομένου, φωνὴ, φησὶ, τῆς σάλπιγγος ἤχει μέγα. Ἐκείνης τοίνυν τῆς ἐπιφανείας ἀνεμίμνησκον τὸν λαὸν ταῖς σάλπιγξιν οἱ ἱερεῖς κεχρημένοι. Καὶ οὗτοι τοίνυν τοὺς τῆς ἐπανόδου τετυχηκότας, καὶ τῆς θείας ἐπικουρίας ἀπολαύσαντας, εἰκότως μετὰ τῶν ἄλλων ὀργάνων, καὶ ταῖς σάλπιγξι παρεκελεύοντο χρήσασθαι. ϛʹ. «Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸ, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου.» Ἰωσὴφ ἐνταῦθα πάντα καλεῖ τὸν λαόν· ἐπειδὴ γὰρ τῆς εἰς Αἴγυπτον εἰσόδου ὁ Ἰωσὴφ αὐτοῖς ἐγένετο πρόξενος, ἐξ αὐτοῦ τὸν λαὸν προσηγόρευσε. Λέγει δὲ ὅτι ταύτην ἔδωκε τῷ λαῷ τὴν νομοθεσίαν, τῆς Αἰγύπτου τοῦτον ἐλευθερώσας. Εἶτα τὰς γεγενημένας εὐεργεσίας διέξεισιν. «Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν.» Φωνῆς γὰρ πώποτε θείας οὐκ ἀπολαύσας, ταύτης ἐπήκουσεν ἐν τῇ ἐρήμῳ τὸν νόμον δεχόμενος. ζʹ. «Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ· αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.» Τοὺς ἐν Αἰγύπτῳ πόνους, καὶ τὴν πικρὰν δουλείαν, καὶ τὴν πλινθουργίαν διὰ τούτων ἐδήλωσε. Τοῖς ὤμοις γὰρ, ὡς εἰκὸς, φέρειν ἠναγκάζοντο τὸν πηλόν· τὰ δὲ νῶτα διαφερόντως τῶν τοιούτων ἐπαισθάνεται πόνων. Ἐντεῦθεν τὸ τοῦ Θεοῦ πρόσωπον εἰσάγει διαλεγόμενον. Καὶ πρῶτον μὲν τῶν εὐεργεσιῶν τῶν γεγενημένων ἀναμιμνήσκει, εἶτα παραίνεσιν εἰσφέρει καὶ συμβουλήν· μετὰ ταῦτα προλέγει τὴν ἀπείθειαν, καὶ τῆς ἀπειθείας τὴν τιμωρίαν. ηʹ. «Ἐν θλίψει ἐπεκαλέσω με· καὶ ἐρυσάμην σε.» Ἐστέναξας ἐν Αἰγύπτῳ τοῖς πόνοις ταλαιπωρούμενος, καὶ παραυτίκα φιλανθρωπίας ἠξίωσα. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει. «Ἐστέναξαν γὰρ, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεόν.» —»Ἐπήκουσά σε ἐν ἀποκρύφῳ καταιγίδος.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἐπήκουσά σε διὰ κρυφαίας βροντῆς· καὶ οἱ ἄλλοι δὲ τὴν βρόντησιν ὁμοίως τεθείκασι. Δηλοῖ δὲ διὰ τούτου ὅτι μὴ φαινόμενος, ἀλλ' ἀόρατον ἔχων τὴν φύσιν, κατάδηλον πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν πεποίηκα, οἷόν τινα βροντὴν, ταῖς κατὰ τῶν Αἰγυπτίων πληγαῖς σημάνας ἅπασιν ὅσην ποιοῦμαί σου πρόνοιαν.