Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1524
Not analysed yet
»Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας.» Εἰς Μεῤῥὰν ἐλθόντες, καὶ πικρὸν εὑρόντες τὸ ὕδωρ, καὶ Μωσοῦ κατεβόησαν, καὶ τοῦ Θεοῦ κατελάλησαν. Ἀπὸ τοῦ πράγματος τοίνυν ὁ τόπος τὴν προσηγορίαν ἐδέξατο. Λέγει τοίνυν, ὅτι Διήλεγξά σε παρ' ἐκεῖνο τὸ ὕδωρ τὴν ἀχάριστον γνώμην· ῥᾳδίως δὲ αὐτοῦ μετέβαλον τὴν ποιότητα, καὶ γλυκεῖαν ἀπέφηνα τὴν πικράν. θʹ. «Ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σου.» Πεῖραν τοίνυν τῆς ἐμῆς δυνάμεως εἰληφὼς, δέξαι προθύμως τὰς παρ' ἐμοῦ σοι προσφερομένας νομοθεσίας. Διαμαρτυρία γάρ ἐστι, προλέγουσά σοι τῆς ἀπειθείας τὴν τιμωρίαν, καὶ τῆς εὐπειθείας τὴν ὠφέλειαν. «Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, [ιʹ.] οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ.» [Καὶ σαφέστερον αὐτοῖς ἑαυτὸν φανεροῖ τῷ εἰπεῖν·] ιαʹ. «Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου.» Ταῦτα καὶ τοῦ νόμου τὸ προοίμιον ἔχει. «Ἐγὼ γάρ εἰμι, φησὶ, Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Καὶ ἐνταῦθα τοίνυν παρακελεύεται ἀλλότριον καὶ νέον μὴ προσκυνῆσαι δεὸν, ἀλλὰ τὸν τὴν ἐλευθερίαν αὐτοῖς δωρησάμενον. Ταῦτα δὲ καὶ τὴν Ἀρείου καὶ Εὐνομίου παραπληξίαν ἐλέγχει. Εἰ γὰρ οὐχ ὁμοούσιος ὁ Μονογενὴς, ἀλλότριος ἄρα καλοῖτο ἂν εἰκότως· καὶ εἰ ἦν ὅτε οὐκ ἦν, πρόσφατος καὶ οὐκ ἀΐδιος. Τὸν θεῖον τοίνυν προφανῶς παραβαίνουσι νόμον, [καὶ μάλιστα οἱ τὰ τοῦ δυσσεβοῦς Νεστορίου δογματίζοντες,] ἀλλότριον καὶ πρόσφατον προσκυνοῦντες Θεόν. Ἀλλὰ γὰρ οὐ καιρὸς τὴν ἐκείνων ἐμβροντησίαν διελέγχειν· ἀπόχρη δὲ ὅμως καὶ ταῦτα εἰς ἔλεγχον τῆς αὐτῶν παρανομίας. «Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.» Εὐπειθῆ, φησὶν, ἑαυτὸν διὰ τῆς εὐπειθείας κατάστησον, καὶ δέξαι τὴν ἀφθονίαν τῶν ἀγαθῶν· ἐντεῦθεν ἐπὶ τὴν κατηγορίαν μεταφέρει τὸν λόγον. ιβʹ. «Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι.» Ἐγὼ μὲν οὖν ταύτην αὐτῷ τὴν συμβουλὴν προσενήνοχα· αὐτὸς δὲ οὔτε ἀκοῦσαι, οὔτε προσέχειν τοῖς ὑπ' ἐμοῦ λεγομένοις ὑπέσχετο.