Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1525
Not analysed yet
ιγʹ. «Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. «Ὁ δὲ Σύμμαχος οὕτως· Ἀφῆκα οὖν αὐτοὺς τῇ ἀρεσκείᾳ τῆς καρδίας αὐτῶν, ὁδεύειν ταῖς βουλαῖς αὐτῶν. Οὕτως δὲ καὶ ὁ Ἀκύλας, Καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν σκολιότητι καρδίας αὐτῶν, πορεύσονται ἐν βουλεύμασιν αὐτῶν. Ἀπειθῆ γὰρ αὐτὸν θεασάμενος, τῆς μὲν ἐμαυτοῦ κηδεμονίας αὐτὸν ἐγύμνωσα. Εἴασα δὲ αὐτὸν τοῖς οἰκείοις φέρεσθαι λογισμοῖς, ὡς ἀνερμάτιστον καὶ ἀκυβέρνητον σκάφος· πρόκειται δὲ εἰς θεωρίαν τοῖς βουλομένοις ἡ τῆς προφητείας ἀλήθεια. Ἔρημοι γὰρ τῆς τοῦ Θεοῦ βοηθείας οἱ Ἰουδαῖοι γενόμενοι, εἰς ἅπασαν γῆν μὲν καὶ θάλασσαν διεσπάρησαν, δοῦλοι δὲ ἀντ' ἐλευθέρων ἐγένοντο. Δυσσεβείᾳ δὲ πάσῃ συζῶσι, γοητείαις καὶ δαιμόνων ἐπῳδαῖς κεχρημένοι, τὸν δὲ σεσωκότα Θεὸν προσκυνεῖν οὐκ ἐθέλοντες. ιδʹ, ιεʹ. «Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου.» Εἰ δὲ τῶν ἐμῶν ἠνέσχετο παραινέσεων, καὶ ταῖς ἐμαῖς ἠκολούθησεν ἐντολαῖς, ῥᾳδίως ἂν αὐτῶν κατέλυσα τοὺς ἐχθρούς. Τὸ γὰρ, ἐν τῷ μηδενὶ, τὴν εὐκολίαν δηλοῖ, ἀντὶ τοῦ, Ἀκονητὶ καὶ ἀπόνως, καὶ ἐν ἀκαρεῖ τὸν ἐκείνων ὄλεθρον ἐπενεγκεῖν ἠδυνάμην. ιϛʹ. «Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ.» Ὁ δὲ Ἀκύλας οὕτως, Μισοποιοῦντες Κύριον ἀρνήσονται. Τῇ γὰρ ἀρνήσει τοῦ Δεσπότου Χριστοῦ τὸ καθ' ἑαυτῶν κατεσκεύασαν μῖσος, καὶ ἐχθροὺς ἑαυτοὺς τοῦ Κυρίου κατέστησαν ψευσάμενοι αὐτῷ, καὶ τὰς γεγενημένας παραβάντες συνθήκας. Μετὰ γὰρ τὴν νομοθεσίαν ἀπεκρίνατο, φησὶν, ὁ λαός· «Πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς ποιήσομεν καὶ ἀκουσόμεθα.» Καὶ αἱ μὲν ὑποσχέσεις τοιαῦται, τὰ δὲ ῥήματα ἄντικρυς ἐναντία. Φανέντα γὰρ τὸν οἰκεῖον Δεσπότην ἐσταύρωσαν, ἀλλ' ἐδέξαντο τῆς ἀσεβείας ἐπιτίμιον, τὸν αἰώνιον ὄλεθρον. [Οὐκ αὐτοὶ δὲ μόνον, ἀλλὰ καὶ Ἄρειος καὶ Εὐνόμιος καὶ Νεστόριος καὶ οἱ τὰ ἐκείνων θρησκεύοντες.] Τοῦτο δὲ καὶ ἡ προφητεία δεδήλωκεν. «Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.» Σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· εἰρηκὼς γὰρ,