Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1528
Not analysed yet
Μισοποιοὶ Κυρίου οἱ ψευσάμενοι αὐτῷ, ἐπήγαγεν, Ἀλλ' ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Καιρὸν δὲ καλεῖ τὰς συμφοράς. Οὕτω γὰρ καὶ οἱ Σύροι, καὶ οἱ Ἑβραῖοι [ταύτας] ὀνομάζειν εἰώθασι· πολλοὶ δὲ καὶ παρ' ἡμῖν οὕτω ταύτας ἀποκαλοῦσι. Λέγει τοίνυν, ὅτι ταύταις Ἰουδαῖοι οὐ κατά τινα ῥητὸν περιπεσοῦνται χρόνον, ἀλλ' εἰς αἰῶνα διατελοῦσι τῆς θείας ἐστερημένοι κηδεμονίας. Ἔοικε δὲ τοῦτο τοῦ ογʹ ψαλμοῦ τῷ προοιμίῳ, «Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;» Καὶ γὰρ ἐκεῖ τὴν παντελῆ τῶν Ἰουδαίων ἀποβολὴν προηγόρευσεν. ιζʹ. «Καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ· καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.» Πολλὴν δὲ, φησὶν, ἀχαριστίαν νενοσηκότες, οὐκ ἐμνήσθησαν τῶν ἤδη παρασχεθέντων αὐτοῖς ἀγαθῶν. Ἐν μὲν γὰρ τῇ ἐρήμῳ τὸ ἥδιστον αὐτοῖς ἐκ τῆς πέτρας ἐξήγαγεν ὕδωρ, ὃ διψῶσιν αὐτοῖς ἐνομίσθη μιμεῖσθαι γλυκύτητα μέλιτος· ἐν δὲ τῇ γῇ τῆς ἐπαγγελίας τοὺς ἀπὸ τῆς γῆς αὐτοῖς ἀφθόνως ἐδωρήσατο καρπούς. Ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν παρεδήλωσε, καὶ διὰ τοῦ σίτου καὶ τῶν ἄλλων καρπῶν τὴν χορηγίαν ἐσήμανεν. ΕΡΜΗΝ. ΤΟΥ ΠΑʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Ἀσάφ.» Τὴν ἀποβολὴν εἰπὼν τῶν Ἰουδαίων ἐν τῷ πρὸ τούτου ψαλμῷ, ἐνταῦθα καὶ τὰς αἰτίας σαφέστερον ἐκτίθησι, δι' ἃς αὐτοὺς ὁ Θεὸς ἀπεβάλλετο· διδάσκων πάντως, ὡς εἴγε ἐκείνους μιμησόμεθα, τοῖς αὐτοῖς ἢ χείροσι περιπέσομεν. «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.» Τοὺς Ἰουδαίων ἄρχοντας θεοὺς, ὡς τὸ κρίνειν πεπιστευμένους, ὠνόμασεν. Οὕτως αὐτοὺς καὶ ὁ νόμος ἀποκαλεῖ. «Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» Ἐπειδὴ γὰρ ἀληθῶς κριτὴς ὁ Θεός ἐστιν, ἐνεχειρίσθησαν δὲ καὶ οἱ ἄνθρωποι κρίνειν, προσηγορεύθησαν οἱ ταῦτα πεπιστευμένοι θεοὶ, ἅτε δὴ Θεὸν ἐν τούτῳ μιμούμενοι. Ἀλλὰ τοὺς οὐκ ἐνδίκως δικάζοντας, οὐδὲ ἀκλινῶς κατέχοντας τὰ τῆς δίκης ζυγὰ, ὁ δίκαιος ἐνταῦθα διελέγχει κριτὴς, καὶ τὴν ἐσομένην ὑπ' αὐτοῦ δικαίαν κρίσιν προαγορεύει. βʹ. «Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;» Μέχρι τίνος, φησὶν, ἀδέκαστον οὐκ ἐκφέρετε ψῆφον, ἀλλὰ τῶν δυνατῶν καὶ παρανόμων ἐλέγχειν παραιτεῖσθε τὴν ἀδικίαν, καὶ παρορᾶτε τοὺς πενίᾳ συζῶντας ἀπὸ τούτων ἀδικουμένους; γʹ. «Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε.» Ἑκάτερος δὲ τούτων ἐνδεὴς βοηθείας.