Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1529
Not analysed yet
δʹ. «Ἐξέλεσθε πένητα καὶ πτωχόν· ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσασθε αὐτόν.» Μὴ γένηται τοῖς ἀδικοῦσιν ὁ πένης εὐχείρωτος ὑμῶν προστατευόντων, καὶ τὸ δικάζειν πεπιστευμένων. εʹ. «Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει διαπορεύονται.» Ἀλλὰ τούτων οὐδὲν ἠθέλησαν συνιδεῖν, οὐδὲ τῷ τῶν ἐμῶν λόγων καταυγασθῆναι φωτί· διά τοι τοῦτο, ὡς ἐν νυκτὶ καὶ ζόφῳ διάγοντες πολιτεύονται. «Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς.» Ταύτης ἕνεκα τῆς ἀληθείας ταραχῆς καὶ ζάλης ὁ βίος ἐμπέπλησται, καὶ τοῖς ἐπαλλήλοις ἡ γῆ κλονεῖται κακοῖς. ϛʹ. «Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου, πάντες.» Ἐγὼ μὲν οὖν ὑμᾶς τετίμηκα· καὶ τῆς ἐμαυτοῦ προσηγορίας μετέδωκα, καὶ υἱοὺς ἐμοὺς προσηγόρευσα. ζʹ. «Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθανεῖσθε, καὶ ὡς εἷς τῶν ἀρχόντων πεσεῖσθε. Τὴν γὰρ οἰκείαν τιμὴν ἀγνοήσαντες, τᾲ αὐτὰ τῷ διαβόλῳ πεπόνθατε, ὃς ἀρχὴν παρ' ἐμοῦ πιστευθεὶς, καὶ χρήσασθαι τοῖς δοθεῖσιν εἰς δέον οὐκ ἐθελήσας, ἐξέπεσε τῆς τιμῆς· τὸν αὐτὸν δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπομένετε θάνατον, εὔκλειαν οὐδεμίαν μετὰ θάνατον ἔχοντες. Οὕτως ὁ προφητικὸς λόγος τῶν ἀδίκων κριτῶν τὸν ἔλεγχον ποιησάμενος, τὸν ἀληθῆ καὶ δίκαιον ἱκετεύει Κριτὴν τῆς οἰκουμένης τὴν κρίσιν ποιήσασθαι. ηʹ. «Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.» Ταῦτα δὲ ἄντικρυς τοῦ Δεσπότου Χριστοῦ τὴν κρίσιν δηλοῖ. Πρὸς αὐτὸν γὰρ κατὰ τὸ ἀνθρώπινον εἴρηκεν ὁ Πατήρ· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Τοιγάρτοι τοῦτον ὁ προφήτης ἀντιβολεῖ ἐπιφανῆναι ταχέως, καὶ κρῖναι δικαίως, καὶ τοὺς ἀδίκους παῦσαι κριτὰς, καὶ τὴν μὲν Ἰουδαίων κληρονομίαν καταλιπεῖν, ἀντιλαβεῖν δὲ τὴν τῶν ἐθνῶν, [μᾶλλον δὲ ταύτην περιηγήσασθαι] καὶ πᾶσιν ἀνθρώποις ὀρέξαι τὴν σωτηρίαν [διὰ τῆς ἀκαταλήπτου αὐτοῦ οἰκονομίας.]