Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1532
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΠΒʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ ψαλμοῦ τῷ Ἀσάφ.» Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τὴν νεουργίαν τοῦ θείου νεὼ, καὶ τὴν τῶν Ἰουδαίων περιφάνειαν οἱ ἀστυγείτονες θεασάμενοι, κατὰ ταυτὸν συναγείρονται, καὶ ἕτερα βάρβαρα συναθροίσαντες ἔθνη, τὸν πρὸς Ἰουδαίους ἐδέξαντο πόλεμον. Καὶ ταῦτα προλέγουσι μὲν οἱ θειότατοι Ἰωὴλ, καὶ Ἐζεκιὴλ, προλέγει δὲ Μιχαίας, καὶ Ζαχαρίας, οἱ θαυμάσιοι προφῆται. Νικῶσι δὲ ὅμως ἅπαντας, στρατηγοῦντος μὲν τοῦ Ζοροβάβελ, ἄνωθεν δὲ τοῦ Θεοῦ συμμαχοῦντος, καὶ τὸ τῶν πολεμίων καταλύοντος θράσος. Ταῦτα οὗτος ὁ ψαλμὸς προθεσπίζει. Ἐσχημάτισται δὲ εἰς εὐχὴν ἡ προφητεία τοῦ θείου Πνεύματος τοὺς τηνικαῦτα πολεμουμένους διδάσκοντος, πῶς δεῖ τὸν Θεὸν ἱλεώσασθαι. βʹ. «Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι;» Οὐδὲ πᾶσα, φησὶ, κατὰ ταυτὸν συναθροισθεῖσα τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων ἡ φύσις παραβληθῆναι τῇ σῇ δυνάμει δυνήσεται· ἀσύγκριτον γὰρ ἔχεις τὸ κράτος. Τὸ δὲ τίς, ἀντὶ τοῦ οὐδεὶς τέθεικεν. «Μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, ὁ Θεός.» Ἱκετεύομέν σε, Δέσποτα, μὴ χρήσασθαι τῇ συνήθει μακροθυμίᾳ. Τὸ γὰρ Μὴ καταπραΰνῃς τοῦτο δηλοῖ. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε, Μὴ ἠρεμήσῃς. Εἶτα διδάσκει τῆς ἐντεύξεως τὴν αἰτίαν. γʹ. «Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν.» Δίκην, φησὶ, θαλάττης ἠχοῦσι, καὶ κυμαίνουσι, καθ' ἡμῶν ἀλαζονείᾳ καὶ θρασύτητι κεχρημένοι, οἱ διὰ τὴν πρός σε δυσμένειαν τὸν καθ' ἡμῶν ἀναδεξάμενοι πόλεμον. Πρός σε γὰρ ἀπεχθανόμενοι τὸν ἀνακείμενόν σοι πολιορκοῦσι λαόν. δʹ «Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐπεβουλεύσαντο κατὰ τῶν ἁγίων σου.» Ὁ δὲ Σύμμαχος οὕτως· ἀντὶ τῶν ἁγίων σου, Κατὰ τοῦ ἀποκρύφου σου. Ὁ δὲ Ἀκύλας· Κατὰ τοῦ συγκεκρυμμένου σου. Οὕτω καὶ ὁ Θεοδοτίων. Ἐπειδὴ γὰρ ἐξ αὐτῶν ἔμελλε κατὰ σάρκα βλαστήσειν ὁ Δεσπότης Χριστὸς, συνεληλύθει δὲ τὰ ἔθνη πρόῤῥιζον ἀνασπᾶσαι τῶν Ἰουδαίων τὸ γένος βουλόμενα, ταύτην αὐτοὺς προσενεγκεῖν διδάσκει τὴν δέησιν τὸ πανάγιον Πνεῦμα, ὅτι οὐ καθ' ἡμῶν μόνον τῇ πανουργίᾳ καὶ ταῖς ἐπιβολαῖς κέχρηνται, ἀλλὰ καὶ κατὰ τοῦ ἀποκρύφου σου, καὶ ἐν ἡμῖν ἀποκεκρυμμένου, ὃν ἀνθήσειν ἐκ τῆς Ἰούδα φυλῆς προηγόρευσε. Τῆς γὰρ ῥίζης ἐκτεμνομένης, πόθεν ὁ καρπὸς φυήσεται; Τοῦτο δὲ