Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1533
Not analysed yet
καὶ διὰ Ἡσαΐου δεδήλωκεν ὁ τῶν ὅλων Θεός. «Ὃν τρόπον, φησὶν, ὅτ' ἂν εὑρεθῇ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι, Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία Κυρίου ἐστὶν ἐν αὐτῷ, οὕτω ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι· διὰ τοῦτον οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ τότε, φησὶ, τοὺς λοιποὺς πανωλεθρίᾳ παραδώσω.» Διὰ τὴν ῥῶγα τοίνυν τὴν μίαν ἅπας ὁ βότρυς κηδεμονίας ἀπήλαυσε, μᾶλλον δὲ ἅπας ὁ ἀμπελών· ἐκείνης δὲ ληφθείσης, καὶ μετ' ἐκείνου συλλεγέντος τοῦ ἄλλου καρποῦ, ὁ λοιπὸς ἀμπελὼν παρεδόθη θηρίοις, καὶ λυμαίνεται αὐτὸν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατανέμεται, καὶ πάντες οἱ παραπορευόμενοι τὴν ὁδὸν συμπατοῦσιν ὡς βούλονται. Τοῦτο δὲ καὶ ἐνταῦθα προσευχόμενοι λέγουσιν, ὅτι, Οὐ καθ' ἡμῶν μόνον, ἀλλὰ καὶ κατὰ τοῦ ἀποκεκρυμμένου σου τολμῶσι λυττᾷν. [Τὸ γὰρ, Ἆρον, ἆρον, σταύρωσον, δήλους αὐτοὺς πεποίηκε ὡσανεὶ κυνῶν δίκην λυττῶντας. Τούτοις δὲ σύμφωνα καὶ τὰ ἐπαγόμενα.] εʹ. Εἶπον, Δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους· καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι.» Πανωλεθρίαν ἡμῖν ἐπάγειν βούλονται, καὶ λήθῃ παραδοῦναι τὸν πολυθρύλλητον Ἰσραήλ. Εἶτα καταλέγει τοὺς ὁμόρους, ὑφ' ὧν συγκληθέντες καὶ οἱ ἄλλοι συνῆλθον. ϛʹ. «Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτὸ, κατὰ σοῦ διαθήκην διέθεντο.» Οἱ δὲ τὸν κατὰ σοῦ πόλεμον συμφώνως ἀναδεξάμενοι, εἰσί. ζʹ. «Τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ Ἰσμαηλῖται.» Ἰδουμαῖοι ἀπὸ τοῦ Ἠσαῦ τὸ γένος κατῆγον. Ἐδὼμ γὰρ ὁ Ἠσαῦ ὠνομάσθη· Ἰσμαηλῖται δὲ, τοῦ Ἰσμαὴλ ἀπόγονοι. «Μωὰβ, καὶ οἱ Ἀγαρηνοί.» Μωὰβ τοῦ Λὼτ υἱὸς, ἔθνος δὲ καὶ ἐκ τούτου συνέστη Ἀγαρηνοὶ, ἄλλη φυλὴ τοῦ Ἰσμαὴλ, ἀπὸ τῆς Ἄγαρ ὠνομασμένη· μήτηρ δὲ αὕτη τοῦ Ἰσμαήλ. ηʹ. «Γεβὰλ, καὶ Ἀμμὼν, καὶ Ἀμαλήκ.» Ὁ δὲ Ἀμαλὴκ, ἔκγονος καὶ αὐτὸς τοῦ Ἠσαῦ· ἔθνος μέντοι καὶ ἀπὸ τούτου συνέστη· Ἀμμὼν τοῦ Λὼτ υἱός· τμῆμα δέ εἰσι καὶ οὗτοι τῆς Ἀραβίας· καὶ Γεβαληνοὶ δὲ τῆς Ἰδουμαίας περίοικοι. «Ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον.» Ἀλλοφύλους οἱ ἄλλοι Φιλιστιαίους καλοῦσιν ἑρμηνευταί· οὓς ἡμεῖς ὀνομάζομεν Παλαιστινούς· οὗτοι γὰρ μόνοι καταλειφθέντες ἐκ τοῦ γένους τοῦ Χαναὰν, καὶ παρὰ τὸν Ἰσραὴλ οἰκοῦντες, εἰκότως ἀλλόφυλοι διαφερόντως ἐκλήθησαν.