Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1536
Not analysed yet
θʹ. «Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ' αὐτῶν.» Ἀσσύριοι κατ' ἐκεῖνον οὐκ ἐβασίλευον τὸν καιρόν· αἰνίττεται τοίνυν ὁ λόγος τοὺς Σαμαρείτας, ἀποίκους Ἀσσυρίων ὄντας, μετὰ τὴν αἰχμαλωσίαν τῶν δέκα φυλῶν ἐν ταῖς ἐκείνων οἰκήσαντας πόλεσιν. «Ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ.» Δηλοῖ δὲ ὁ λόγος, Μωαβίτας καὶ Ἀμμανίτας διαφερόντως κατὰ τοῦ λαοῦ θρασυνθέντας, καὶ τὰ λοιπὰ συναγείραντας ἔθνη. ιʹ, ιαʹ. «Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ· ὡς τῷ Ἰαβὶν ἐν τῷ χειμάῤῥῳ Κισσῶν. Ἐξωλοθρεύθησαν ἐν Ἀενδώρ.» Τῶν προτέρων εὐεργεσιῶν μνημονεύουσιν εὐγνώμονες, τὴν αὐτὴν αἰτοῦντες ἐπικουρίαν· τούτους μέν τοι τοὺς στρατηγοὺς Βαραὰκ καὶ ἡ προφῆτις Δεβόῤῥα κατέλυσεν. «Ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.» Ἄταφοι γὰρ διαμείναντες διελύθησαν, καὶ οἷόν τις κόπρος τῇ γῇ συνεμίγησαν. ιβʹ, ιγʹ. «Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ, καὶ Ζὴβ, καὶ Ζεβεὲ, καὶ Σαλμανᾶν. Πάντας τοὺς ἄρχοντας αὐτῶν.» Καὶ τούτων ἡ τῶν Κριτῶν ἱστορία μέμνηται· ἀνεῖλε δὲ αὐτοὺς Γεδεὼν ὑπὸ τῆς θείας χάριτος στρατηγούμενος. Τούτοις παραπλησίως, καὶ τοὺς σφετέρους πολεμίους ἀντιβολοῦσι καταλυθῆναι, καὶ τὴν αἰτίαν διδάσκουσιν. «Οἵ τινες εἶπον· Κληρονομήσωμεν, ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ.» Νεανιεύονται γὰρ, καὶ θρασύνονται καὶ τοῦ ἀνακειμένου σοι κρατήσειν ναοῦ. Ἁγιαστήριον γὰρ τοῦ Θεοῦ τὸν ναὸν προσηγόρευσεν. Ὁ δὲ Σύμμαχος τὸ ἁγιαστήριον δίαιταν εἴρηκεν. Ἐντεῦθεν δήλη γέγονε πᾶσα τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. Ἐπειδὴ γὰρ ἐπανελθόντες ἀνῳκοδόμησαν τὸν νεὼν, πᾶσα δὲ ἡ νομικὴ λατρεία διὰ τούτου ἐπετελεῖτο· τούτου γὰρ δίχα λατρεύειν οὐκ ἦν κατὰ νόμον· διὰ δὲ τὴν κατὰ νόμον πολιτείαν ἀπηχθάνοντο πρὸς Ἰουδαίους οἱ ἀστυγείτονες· κατὰ τοῦ ναοῦ πᾶσαν ἐποιήσαντο τὴν ὁρμὴν, ὥστε σὺν τούτῳ καὶ τὸ ἔθνος, καὶ τὴν κατὰ νόμον καταπαῦσαι λατρείαν. ιδʹ. «Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν.» Ἀντὶ τοῦ, Ἐν συμφοραῖς αὐτοὺς παντοδαπαῖς περιστρέφεσθαι κέλευσον, καὶ κακοῖς ἐπαλλήλοις περίβαλλε. «Ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου.» Σκέδασον αὐτοὺς δίκην καλάμης ὑπὸ ἀνέμου ῥιπιζομένης. ιεʹ ιϛʹ. «Ὡς πῦρ, ὃ διαφλέξει δρυμὸν ὡσεὶ φλὸξ ἣ κατακαύσει ὄρη, οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σοῦ ταρά-