Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1537
Not analysed yet
ξεις αὐτούς.» Ἐν τοῖς δρυμοῖς αὐτομάτως ἐξάπτεται φλὸξ, τῶν δένδρων ὑπὸ σφοδροτέρου πνεύματος κινουμένων, καὶ ἀλλήλοις συντριβομένων, καὶ τῇ τρίψει τὸ θάλπος ἐργαζομένων, καὶ κατὰ μικρὸν δι' ἀλλήλων ἐξαπτομένων. Παραπλησίως τοίνυν καὶ τούτους ἱκετεύουσιν ὑπ' ἀλλήλων ἀναλωθῆναι, καὶ ταῖς οἰκείαις ἐκδοθῆναι παρανομίαις, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» ιζʹ. «Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας· καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε.» Διαμαρτόντες γὰρ ὧν βούλονται, καὶ αἰσχύνης ἐμπλησθέντες, ἐπιγνώσονταί σου τὴν δύναμιν. ιηʹ, ιθʹ. «Αἰσχυνθήτωσαν, καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ ἐντραπήτωσαν, καὶ ἀπολέσθωσαν. Καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.» Ἀγαθὰ τοῖς ἐχθροῖς αἰτοῦσι καὶ πολεμούμενοι. Ἱκετεύουσι γὰρ αὐτοὺς, ἀντὶ μὲν τῆς θρασύτητος αἰσχύνῃ περιβληθῆναι· διὰ δὲ τῆς αἰσχύνης καρπώσασθαι τὴν θείαν ἐπίγνωσιν· καὶ τῆς μὲν τῶν εἰδώλων πλάνης ἀπαλλαγῆναι, μαθεῖν δὲ τῇ πείρᾳ, ὡς αὐτός ἐστι μόνος καὶ Θεὸς καὶ Δεσπότης, ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ πᾶσαν κυβερνῶν καὶ πρυτανεύων τὴν κτίσιν, [ἧς τὴν σωτηρίαν ἐπραγματεύσατο ὁ ἐκ Θεοῦ Θεὸς, ὁ μονογενὴς Υἱὸς μετὰ τὴν ἀκατάληπτον αὐτοῦ ἐνανθρώπησιν.] ΕΡΜΗΝ. ΤΟΥ ΠΓʹ ΨΑΛΜΟΥ. αʹ. «Ὑπὲρ τῶν ληνῶν, τοῖς υἱοῖς Κορέ.» Διπλῆ τοῦ ψαλμοῦ ἡ προφητεία. Προαγορεύει γὰρ οὐ μόνον τὴν Ἰουδαίων ἀνάκλησιν ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης τὴν σωτηρίαν. Ληνοὺς δὲ, ὡς καὶ ἤδη προειρήκαμεν, τὰς Ἐκκλησίας καλεῖ. Ἐν ταύταις γὰρ καὶ ὁ πνευματικὸς ἀμπελὼν τὸν οἰκεῖον προσφέρει καρπὸν, καὶ τὸν σωτήριον κατασκευάζομεν οἶνον, τὸν ἀληθῶς εὐφραίνοντα τῶν πεπιστευκότων τὰς καρδίας. βʹ, γʹ. «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐπιποθεῖ, καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» Ταῦτα καὶ οἱ ἐν Βαβυλῶνι διάγοντες ἐδιδάχθησαν λέγειν, ἵνα ποθήσωσι τὴν ἐπάνοδον, καὶ τῆς κατὰ νόμον ὀρεχθῶσιν λατρείας. Καὶ μέντοι καὶ ἡμεῖς, οἱ τῆς σωτηρίας τετυχηκότες, καὶ ἐκ τῶν θείων σηκῶν τὴν ὠφέλειαν καρπούμενοι. Διαφερόντως δὲ ἡμῖν ἡ προφητεία προσήκει. Πολλὰ γὰρ ἔσεσθαι προλέγει σκηνώματα, καὶ πολλὰς ὀνομάζει ληνοὺς, καὶ θυσιαστηρίων ὡσαύτως μνημονεύει πολλῶν. Ἰουδαῖοι δὲ ἕνα εἶχον νεὼν, καὶ ἓν ὁμοίως θυσιαστήριον.