Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1540
Not analysed yet
Ἑκάστη μὲν τῶν εἰρημένων λέξις εἰς ἔρωτα θεῖον πυρσεύει τὴν γνώμην. Ἀγαπητὰ μὲν γὰρ λέγει, καὶ ἀξιέραστα τοῦ Θεοῦ τὰ σκηνώματα, οὐχ ἁπλῶς δὲ ποθεῖν, ἀλλὰ καὶ ἐκλείπειν εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Σύμφωνα δὲ τούτοις καὶ τὰ μετὰ ταῦτα. «Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα.» Οὐχ ἡ ψυχὴ δὲ μόνη γάννυται, καὶ ἀγάλλεται, ἀλλὰ καὶ τὸ σῶμα κεκοινώνηκε τῆς θυμηδίας, δεξάμενον τὴν ἐλπίδα τῆς ἀναστάσεως. Τοῦτο γὰρ ὁ λόγος αἰνίττεται. Διὰ τοῦτο καὶ ζῶντα τὸν Θεὸν προσηγόρευσεν, ὡς ζωῆς ὑπάρχοντα χορηγόν. Ἐπειδὴ γὰρ καὶ οἱ Βαβυλωνίων θεοὶ, καὶ μὲν δὴ καὶ οἱ τῶν ἡμετέρων προγόνων, καὶ ἄψυχοι ἦσαν καὶ ἀναίσθητοι παντελῶς, μάλα εἰκότως οἱ ἐκείνων ἀπαλλαγέντες ζῶντα τὸν ἀληθῆ Θεὸν ὀνομάζουσιν. [Αὐτοῦ γάρ ἐστι φωνή· «Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις· καὶ ὁ τρώγων με ζήσεται ἐν ἐμοί.»] δʹ. «Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς.» Ὁ δὲ Ἀκύλας οὕτω· Καί γε ὄρνεον εὗρεν ἑαυτῷ οἶκον, καὶ στρουθίον νοσσιὰν αὐτῷ, οὗ ἔθετο νεοσσοὺς αὐτοῦ. Καθάπερ γὰρ στρουθία καὶ τρυγόνες, καὶ μὲν δὴ καὶ οἱ ἄλλοι ὄρνιθες, πλανῶνται μὲν οὐκ ἔχοντες καλιὰν, πηξάμενοι δὲ ταύτην ἐν αὐτῇ διατρίβειν εἰώθασι, καὶ τοὺς οἰκείους ἑαυτῶν τρέφουσι νεοττούς· οὕτως ἡμεῖς πάλαι μὲν ἐπλανώμεθα, νῦν δὲ ὑπὸ τῆς σῆς χάριτος προκληθέντες, καὶ τὰς σὰς εὑρόντες σκηνὰς, παρὰ τὰ θυσιαστήριά σου τοὺς οἰκείους ἐκπαιδεύομεν νεοττοὺς, μετὰ τῶν ἡμετέρων σοι προσεδρεύοντες παίδων, καὶ τὴν πνευματικὴν τροφὴν παρὰ σοῦ κομιζόμενοι. «Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου, καὶ ὁ Θεός μου.» Ἡμῶν γὰρ καλιὰ, καὶ νοττιὰ, καὶ ἀπόλαυσις ἀγαθῶν, τὰ ἅγιά σου θυσιαστήρια. Παρ' ἐκεῖνα γὰρ, καθάπερ νεοττοὶ κεχηνότες, παρὰ σοῦ κομιζόμεθα τὴν θείαν τροφὴν καὶ σωτήριον. εʹ. «Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε.» Τούτων δὲ ἕκαστον τυπικῶς μὲν τοῖς ἐν Βαβυλῶνι συμβαίνει· ἡμῖν δὲ προσήκει κατ' αὐτὴν τὴν ἀλήθειαν. Καὶ γὰρ ἐκεῖνοι πόῤῥω ὄντες τοῦ θείου νεὼ, μακαρίζουσι τοὺς τῆς ἐκεῖθεν ἀπολαύοντας προμηθείας· καὶ ἡμεῖς γευσάμενοι τῆς θείας γλυκύτητος, ζηλωτοὺς ἀποκαλοῦμεν τοὺς διηνεκῶς τῷ Θεῷ προσεδρεύοντας, καὶ τοῖς θείοις ἀγαθοῖς ἐντρυφῶντας.