Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1541
Not analysed yet
ϛʹ. «Μακάριος ἀνὴρ οὗ ἐστὶν ἀντίληψις αὐτῷ παρά σου, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ.» Μακαρίζει ὁ λόγος τὸν τῆς θείας ἀεὶ κηδεμονίας τυγχάνοντα, καὶ τῇ θείᾳ χάριτι τὸν νοῦν φωτιζόμενον, καὶ ἀεὶ τοὺς εὐσεβεῖς ἐν αὐτῷ στρέφοντα λογισμούς. Θεοῦ γὰρ ἀναβάσεις εἰς καρδίαν γινομένας, τοὺς εὐσεβεῖς περὶ Θεοῦ λογισμοὺς ὁ προφητικὸς ὠνόμασε λόγος. ζʹ. Διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τόπον ὃν ἔθετο. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν.» Ὁ γὰρ τοῦ Θεοῦ τὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ δεχόμενος, καὶ τοῦ νομοθέτου τὰς εὐλογίας μεμαθηκὼς, οὐκ εἰς γέλωτα ἑαυτὸν ἐκδίδωσι καὶ τρυφὴν, ἀλλὰ εἰς κλαυθμὸν καὶ δάκρυα, τῆς ἐντεῦθεν ἀπαλλαγῆς ἐφιέμενος. Ἤκουσε γὰρ τοῦ Θεοῦ λέγοντος· «Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται» καὶ, «Μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ γελάσονται.» Ταύτας τοίνυν τὰς συνθήκας ποιησάμενος, προσμένει τοῦ νομοθέτου τὴν εὐλογίαν. Κοιλὰς δὲ κλαυθμῶνος τυπικῶς μὲν ὁ τόπος, ἐν ᾧ φανεὶς ἄγγελος, τὴν τοῦ λαοῦ παρανομίαν διήλεγξε, καὶ εἰς κλαυθμὸν τὸ πλῆθος ἐκίνησεν. Οὕτω γὰρ ἐκεῖνο τὸ χωρίον ἐξ ἐκείνου προσηγορεύθη. Κυρίως δὲ καὶ ἀληθῶς κλαυθμῶνος κοιλὰς ὁ παρὼν βίος, ἐν ᾧ καὶ ὁ ἀδὰμ ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίει τὸν ἄρτον, καὶ ἡ Εὖα ἐν λύπαις τίκτει τέκνα· καὶ οὐ μόνον οἱ ἁμαρτάνοντες, ἀλλὰ καὶ οἱ ἅγιοι στένουσι, καὶ ὁ μὲν, φησὶν, ἕως θανάτου λυπεῖται, ὁ δὲ βοᾷ, «Λάβε τὴν ψυχήν μου, καὶ ὅτι καλόν μοι τὸ ἀποθανεῖν, ἢ ζῇν με.» Καὶ ὁ μέγας δὲ κῆρυξ τῆς ἀληθείας φησὶ, «Καὶ ἡμεῖς τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες ἐν αὐτοῖς στενάζομεν.» Οὕτως ἔστιν ἰδεῖν καὶ τοὺς ἀγωνιζομένους ἁγίους δάκρυσιν ἐνδελεχῶς κεχρημένους, καὶ τὴν ἐντεῦθεν εὐφροσύνην κομιζομένους. Ἐν ταύτῃ τοίνυν τῇ κοιλάδι τοῦ κλαυθμῶνος οἱ τὰς ἀναβάσεις δεξάμενοι, καὶ τὰ δάκρυα προχέουσι, καὶ τὸν ἐπίπονον ἀσπάζονται βίον, καὶ τοῦ νομοθέτου τὴν εὐλογίαν προσμένουσιν. ηʹ. «Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν.» Αὔξουσι γὰρ ὁσημέραι τὴν ἰσχὺν, καὶ τῇ προσθήκῃ τῆς ἀρετῆς πολλὴν ἐπικτῶνται ῥώμην. Οὕτως οἱ τὸν ἀσκητικὸν ἀσπαζόμενοι βίον, ἀπὸ προσευχῆς εἰς ὑμνῳδίαν βαδίζουσιν· ἀπὸ τῆς ὑμνῳδίας ἐπὶ τὴν