Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1544
Not analysed yet
ἱκετείαν· ἐξ ἐκείνης ἐπὶ τὴν τῶν θείων λογίων ἀνάγνωσιν· ἐντεῦθεν ἐπὶ τῶν ἀτελεστέρων παραίνεσίν τε καὶ συμβουλὴν, καὶ ἀπὸ δυνάμεως εἰς δύναμιν μεταβαίνοντες καθ' ἑκάστην ἡμέραν τὸν οἰκεῖον αὔξουσι πλοῦτον. «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.» Ταύτην δὲ, φησὶ, τῶν πραγμάτων εἰργάσατο τὴν μεταβολὴν ἐνανθρωπήσας ὁ Θεὸς Λόγος, καὶ διὰ σαρκὸς τοῖς ἀνθρώποις ἐπιφανεὶς, καὶ πρῶτον ἐν τῇ Σιὼν τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν. θʹ, ιʹ. «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου· ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεὸς, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου.» Ταῦτα ὁ προφήτης ἐπεύχεται, πόῤῥωθεν τῶν ἀνθρώπων τὴν σωτηρίαν ἰδὼν, καὶ ἀντιβολῶν τὸν τῶν ὅλων Θεὸν, τὴν ἱκετείαν δεξάμενον, ἀεὶ τῆς οἰκείας κηδεμονίας τὸν σεσωσμένον ἀξιῶσαι λαόν. Τοῦτον γὰρ ἐπεκάλεσε πρόσωπον τοῦ Χριστοῦ· οὕτω γὰρ αὐτὸν καὶ ὁ θεῖος Ἀπόστολος προσηγόρευσεν. «Ὑμεῖς γὰρ ἐστὲ σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέλους.» Καὶ πάλιν, «Οὐ δύναται ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ἡμῶν οὐκ ἔχω.» ιαʹ. «Ὅτι κρείσσων ἡ ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου, ὑπὲρ χιλιάδας.» Τῆς σῆς γὰρ κηδεμονίας ὁ σὸς λαὸς ἀπολαύων ἀεὶ τῷ σῷ προσεδρεύει ναῷ· πολλὴν ἐντεῦθεν τὴν ὠφέλειαν καρπούμενος. Ἃ γὰρ ἐν μιᾷ τις ἡμέρᾳ δρέψαιτο ἐντεῦθεν, οὐκ ἂν ἑτέρωθεν συναγάγοι πολλὰς ἀναλώσας ἡμερῶν χιλιάδας. Ταῦτα μέντοι καὶ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις λέγειν ἥρμοττεν, ἀσεβέσι μὲν ἀνθρώποις συμβιοτεύειν ἠναγκασμένοις, κέρδος δὲ ἐκεῖθεν ποριζομένοις οὐδὲν, λογιζομένοις δὲ τὴν ἀπὸ τοῦ θείου νεὼ παλαιὰν ὠφέλειαν. «Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.» Οὕτω δέ μοι ὁ θεῖος ἀξιέραστος οἶκος, ὡς αἱρεῖσθαι παρὰ τοῦτον ἐπ' ἐδάφους ἐῤῥίφθαι, καὶ πρὸ τῶν τούτου καλινδεῖσθαι θυρῶν, ἢ ἐν ταῖς μεγάλαις καὶ λαμπραῖς τῶν παρανομίᾳ συζώντων οἰκίαις διαιτᾶσθαι. Ὡσαύτως καὶ ταῦτα καὶ τοῖς ἐν Βαβυλῶνι πρόσφορα, καὶ ἡμῖν ἐπιτήδεια. Καὶ γὰρ ἐκείνους ἐδίδασκεν ἡ χάρις τοῦ Πνεύματος, μὴ παραβλέπειν τοῦ θείου οἴκου τὴν ἐρημίαν, καὶ ἡμεῖς παιδευόμεθα καὶ τοὺς τῷ Θεῷ ἀφιερωμένους