Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1545
Not analysed yet
οἴκους ποθεῖν ἀεί· [ὅταν μάλιστα ὦσιν οἱ τούτων πρόεδροι ἀνεπίληπτοι καὶ πίστει καὶ βίῳ λαμπροί.] ιβʹ. «Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός.» [Οὐδὲν γὰρ οὕτως Θεῷ προσφιλὲς ὡς ἡ ἐλεημοσύνη καὶ ἡ ταύτης σύντροφος ἀλήθεια.] «Χάριν καὶ δόξαν δώσει Κύριος. [ιγʹ] Οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.» Οἱ γὰρ ταύτην ἔχοντες περὶ τὸν Θεὸν τὴν διάθεσιν, τούτων ἁπάντων ἀπολαύουσι τῶν ἀγαθῶν. Ἔλεος γὰρ ἐκ τῶν θείων ἀναβλαστάνει σηκῶν· καὶ πολλὴ ἐκεῖθεν καὶ ἄφθονος τῆς ἀληθείας ἡ χορηγία. Ἐκεῖθεν γὰρ τῶν ἀγαθῶν δογμάτων τὴν διδασκαλίαν δεχόμεθα, καὶ χάριν δὲ θείαν ἐκ τῶν τοῦ παναγίου Πνεύματος κρουνῶν ἀρυόμεθα. Καὶ μέντοι καὶ περίβλεπτοι γινόμεθα ἐντεῦθεν, καὶ λίαν περιφανεῖς· καὶ συλλήβδην εἰπεῖν, πᾶσαν τῶν ἀγαθῶν δεχόμεθα τὴν ἀπόλαυσιν, κακίας μὲν καὶ πονηρίας ἀπαλλαττόμενοι, ἁπλότητι δὲ καὶ ἀληθείᾳ συζῇν προαιρούμενοι. «Κύριε ὁ Θεὸς τῶν δυνάμεων· μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» Κατάλληλον παντὶ τῷ ψαλμῷ τὸ ἀκροτελεύτιον. Μακαρίζει γὰρ, καὶ ζηλωτὸν ὀνομάζει, τὸν πάσης βιωτικῆς εὐκληρίας καταφρονοῦντα· μόνῃ δὲ τῇ ἐπὶ τὸν Θεὸν ἐλπίδι θαῤῥοῦντα, καὶ τὴν ἐντεῦθεν φυομένην σωτηρίαν τρυγῶντα. ΕΡΜΗΝ. ΤΟΥ ΠΔʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Τοῖς υἱοῖς Κορὲ ψαλμός.» Καὶ τὴν σκιὰν κατὰ ταυτὸν καὶ τὴν ἀλήθειαν ὁ ψαλμὸς προθεσπίζει. Ἐσκιαγράφησε γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς κατὰ τὸν Ἰσραὴλ πάντων ἀνθρώπων τὴν σωτηρίαν. Καὶ γὰρ ἐκείνους ἠλευθέρωσε, ποτὲ μὲν τῆς Αἰγυπτίων, ποτὲ δὲ τῆς Βαβυλωνίων δουλείας. Καὶ πάντων ἀνθρώπων τὴν φύσιν ἐῤῥύσατο τῆς ἐπικρατούσης διαβόλου τυραννίδος καὶ φθορᾶς. Προλέγει τοίνυν ὁ ψαλμὸς, τήν τε Ἰουδαίων ἐκ Βαβυλῶνος ἐπάνοδον, καὶ τῆς οἰκουμένης ἁπάσης τὴν σωτηρίαν. βʹ. «Εὐδόκησας, Κύριε, τὴν γῆν σου.» Εὐδοκῆσαί ἐστι τὸ ἀγαθόν τι θελῆσαι. Ἐπειδὴ τοίνυν καὶ τῆς Ἰουδαίας διὰ τὴν τῶν οἰκητόρων παρανομίαν ἐρημίαν κατεψηφίσατο· καὶ τῷ Ἀδὰμ μετὰ τὴν ἁμαρτίαν τιμωρίαν ἐπήγαγε τῆς γῆς ἀράν. «Ἀκάνθας γὰρ, ἔφη, καὶ τριβόλους[, ἀνατελεῖ σοι·] τὴν τῶν λυπηρῶν ἀποβολὴν διὰ τῆς εὐδοκίας ὁ προφητικὸς παρεδήλωσε λόγος, [καὶ τῆς φύσεως ἁπάσης τὴν ἀνανέωσιν.]