Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1548
Not analysed yet
«Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. [γʹ] Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.» Ἔλυσας τὰ λυπηρὰ τῆς δουλείας δεσμὰ, καὶ τὴν ἐλευθερίαν ἐδωρήσω τοῖς αἰχμαλώτοις, τὰ πεπλημμελημένα παριδεῖν ἐθελήσας· ὅτι δὲ καὶ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις αἰχμάλωτος ἦν, καὶ παρὰ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ τὴν ἐλευθερίαν ἐδέξατο, μάρτυς αὐτὸς διὰ Ἡσαΐου βοῶν· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν.» Ταύτην γὰρ ἐν τῇ Συναγωγῇ τὴν προφητείαν ἀναγνοὺς ὁ Δεσπότης ἔφη πρὸς Ἰουδαίους· «Σήμερον ἡ γραφὴ αὕτη ἐπληρώθη ἐν τοῖς ὠσὶν ὑμῶν. δʹ. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου· ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.» Ἔλυσας τὴν καθ' ἡμῶν ἀγανάκτησιν, καὶ τὴν εὐμένειαν ἔδειξας. εʹ «Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς, τῶν σωτηρίων ἡμῶν· καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμῶν.» Ἐοίκασι καὶ οὗτοι κἀκεῖνοι τὰ μὲν εὐαγγέλια τῆς ἐλευθερίας δεδέχθαι, μηδέπω δὲ ταύτης τετυχηκέναι· οὗ δὴ χάριν ἀντιβολοῦσι τελείως τυχεῖν τῆς φιλανθρωπίας. ϛʹ. «Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν, ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν.» Πρέπει καὶ τοῖς ἀπαλλαγεῖσι τῶν συμφορῶν τούτοις κεχρῆσθαι τοῖς ῥήμασι, καὶ μὴ θαῤῥεῖν τῇ τῶν ἁμαρτημάτων ἀφέσει, ἀλλὰ δεδιέναι καὶ τὸν κριτὴν ἐκμειλίσσεσθαι. Ἱκετεύουσι τοίνυν καὶ οὗτοι, μὴ ἐπιταθῆναι τὴν αὐτὴν ὀργὴν ὥστε εἰς ἑτέραν γενεὰν διαρκέσαι, ἀλλὰ λυθῆναι ταχέως. ζʹ «Ὁ Θεὸς, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί.» Ἴσμεν σου, Δέσποτα, τὸ φιλάνθρωπον, καὶ πεποίθαμεν, ὅτι σὺ καὶ τὴν ἐπάνοδον παρέξεις, καὶ τὴν ζωήν· ἡμεῖς δὲ τούτων ἀπολαύσαντες, μετ' εὐφροσύνης σοι τὸν ὕμνον προσοίσομεν. ηʹ. «Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου· καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.» Κύρου τοῦ Περσῶν βασιλεύσαντος κατὰ τὴν Ἡσαΐου προφητείαν δεδωκότος τῆς ἐπανόδου τὴν ἐξουσίαν, ἐπείγονται τὴν ἐνεγκοῦσαν καταλαβεῖν. Διὰ δὴ τοῦτο τὸν Θεὸν ἱκετεύουσι, ταχεῖαν αὐτοῖς διὰ φιλανθρωπίας παρασχεῖν σωτηρίαν. Τάχιστα, φησὶν δὲ, ὦ Δέσποτα, τὴν σὴν ἡμῖν ἀγαθότητα δεῖξον, καὶ τύχωμεν τῆς σωτηρίας, καὶ τῆς