Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1549
Not analysed yet
ἐντεῦθεν ἀπαλλαγῆς. Οὕτω τὴν ἱκετείαν ὁ Προφήτης ὡς ἐξ ἐκείνων προσενεγκὼν, δέχεται τοῦ Θεοῦ τὴν ἀπόκρισιν, καὶ φησί· θʹ. «Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός· ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ· καὶ ἐπὶ τοὺς ὁσίους αὑτοῦ· καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν.» Ἤκουσε, φησὶ, τῆς ἱκετείας ὁ φιλάνθρωπος Δεσπότης, καὶ τῆς εἰρήνης τὴν ψῆφον ἐξήνεγκε, καὶ δεδώρηται ταύτην τοῖς μεταμελείᾳ χρησαμένοις, καὶ πρὸς τὸν Θεὸν νεύειν τὸν λογισμὸν ἐκπαιδεύσασιν. Ἡ γὰρ πρὸς τὸν Θεὸν τῆς καρδίας ἐπιστροφὴ, τοῦ πταίειν ἀπαλλαγὴ, καὶ τῆς δικαιοσύνης ἀρχή. [Εἴρηται δὲ καὶ ἐκ προσώπου τοῦτο μὲν τῶν μακαρίων ἀποστόλων, τοῦτο δὲ καὶ τῶν πιστευόντων δι' αὐτῶν τῷ Σωτῆρι. Καὶ φησίν· Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, ἣν διὰ τῶν ἀποστόλων ἐχαρίσατο τοῖς τροφίμοις τῆς χάριτος. Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς· καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας τὴν καρδίαν ἐπ' αὐτόν. Καὶ πότε ταύτην ἐδωρήσατο; Ὅτε ἐκ τοῦ ὄρους τῶν ἐλαιῶν ὁ ἁπανταχοῦ καὶ τοῦ πατρὸς ἀχώριστος ἀνελαμβάνετο, ὅθεν καὶ καταβάς. «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Αὕτη γὰρ τῆς δικαιοσύνης ἡ ἀρχή.] Τούτοις καὶ τὰ ἐπιφερόμενα συμφωνεῖ. ιʹ. «Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ· τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.» Πελάζει γὰρ τοῖς τὸν Θεὸν φοβουμένοις ἡ σωτηρία, καὶ ταύτης ἀπολαύουσιν οἱ τοὺς θείους πληροῦν προαιρούμενοι νόμους. Ἡ τοιαύτη μεταβολὴ καὶ ἡμῖν κεχάρισται τὴν ἐπάνοδον, ἣν μετ' εὐκλείας ποιησόμεθα, καὶ τὴν προτέραν τῆς πατρίδος ὀψόμεθα περιφάνειαν. ιαʹ. «Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.» Ἁμαρτάνουσι μὲν, καὶ μεταμελείᾳ χρωμένοις, χορηγοῦσι τὸν ἔλεον οἱ τῆς φιλανθρωπίας κρουνοὶ, τοῖς δὲ τὴν ἀλήθειαν ἀσπαζομένοις ἐπικλύζουσι τοῦ ἐλέου τὰ νάματα. Διὰ τοῦτο ἔφη, «Ἔλεος καὶ ἀλήθεια συνήντησαν.» Ἰουδαῖοι μὲν γὰρ, καὶ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, προσενηνόχασι τῷ Θεῷ τὴν τῆς ἀληθείας ἐπίγνωσιν· ἀντέδωκε δὲ τὸν ἔλεον ὁ φιλάνθρωπος. Οὕτω πάλιν τὴν δικαιοσύνην τούτων προσενεγκάντων, τὴν