Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1552
Not analysed yet
εἰρήνην αὐτοῖς ἐδωρήσατο, καὶ τὰς καταλλαγὰς ἐχαρίσατο, καὶ κατέλυσε τὴν προτέραν δυσμένειαν. Καὶ προσέδραμεν, ἡ μὲν εἰρήνη τῇ δικαιοσύνῃ, τῇ δὲ ἀληθείᾳ ὁ ἔλεος. [Θεωρεῖτε δὲ τὸ, «Ἔλεος καὶ ἀλήθεια συνήντησαν.» Ὁ γὰρ ἐλεήμων ὁ φέρων τὰ πάντα ἐφέρετο ὑπὸ τῆς παρθένου καὶ μητρός· καὶ ὁ δίκαιος Ἰωάννης ἐσκίρτα ἐν τῇ μήτρᾳ τῆς Ἐλισάβετ. Ἥ γ' οὖν φέρουσα τὴν δικαιοσύνην, τουτέστι τὸν Ἰωάννην, κατεφίλει τὴν φέρουσαν τὴν εἰρήνην. «Αὐτὸς γάρ ἐστιν, ὥς φησιν ὁ Ἀπόστολος, ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν.»] Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσε. ιβʹ. «Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε·» [Καὶ μυριάκις ἐστὶ καθαρὰ ἡ Θεοτόκος· ἀλλ' ὅμως ἐκ τοῦ Ἀδὰμ, ἐκ τοῦ Ἀβραὰμ, ἐκ τοῦ Δαβὶδ, ἐξ αὐτῆς γ' οὖν ἀνέτειλεν ἡ ὄντως ἀλήθεια.] «Καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν.» [Ἡ δικαία ἐπὶ τὸν μονογενῆ Υἱὸν τοῦ Πατρὸς μαρτυρία· ἡ φάσκουσα, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.»] Ἀσπασαμένων γὰρ τὴν ἀλήθειαν τῶν ἀνθρώπων, τούτων δικαίαν ἐποιήσατο πρόνοιαν ὁ τῶν ὅλων Θεὸς, καὶ τὸν διάβολον τῆς τυραννίδος ἐξέβαλεν, [καὶ τοῦ θανάτου τὰ κέντρα συνέτριψε. Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] ιγʹ. «Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα· καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς» Τῇ αὐτῇ πάλιν ἐχρήσατο συζυγίᾳ· ἔφη γὰρ, τὸν μὲν Θεὸν οἴκτῳ καὶ φιλανθρωπίᾳ χρήσασθαι, αὐτοὺς δὲ τῷ Θεῷ τὸν προσφυᾶ προσοίσειν καρπόν. Οὐ γὰρ εὐετηρίαν διὰ τούτων ἐδήλωσεν, ἀλλὰ τὴν καρπογονίαν τῆς ἀρετῆς. ιδʹ. «Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται.» [Ὁ Ἰωάννης δηλαδή. Περὶ γὰρ τούτου Ἀμβακοὺμ ὁ προφήτης φησὶ, «Πρὸ προσώπου αὐτοῦ, λέγων, πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ.» Ὁμοίως καὶ Ζαχαρίας πρὸς τὸν ἑαυτοῦ παῖδα· «Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάζων ὁδοὺς αὐτῷ.» Καλῶς οὖν ἔχει ὁ προφητικὸς νοῦς (περὶ τοῦ Ἰωάννου ἔφη, «Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ,» ἀντὶ τοῦ, Κύριος εἶ ὁ ἐνανθρωπήσας Θεὸς Λόγος) τῶν ἀμφοτέρων τὴν πρόῤῥησιν. Ἰωάννου γάρ ἐστι φωνὴ τὸ Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος μοῦ ἦν.» Καὶ ἵνα συνελὼν εἴπω, «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.»] «Καὶ θήσει