Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1553
Not analysed yet
εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.» Τὸ τέλος μάλιστα τοῦ ψαλμοῦ διδάσκει ἡμᾶς σαφῶς, ὡς τὴν κοινὴν πάντων ἀνθρώπων προλέγει σωτηρίαν ἡ προκειμένη προφητεία. Λέγει γὰρ, ὅτι δικαιοσύνῃ χρώμενος ὁ Δεσπότης, οἷόν τις ξεναγὸς τῆς ἡμετέρας ἡγεῖται πορείας, τρίβων τῆς ἀρετῆς τὴν ὁδὸν, καὶ τοῖς οἰκείοις ἴχνεσι δήλην ταύτην ἡμῖν ἐργαζόμενος. Βεβαιοῖ δὲ τὸν λόγον αὐτὸς ὁ Δεσπότης, νῦν μὲν πρὸς τὸν Ἰωάννην, «Ἄφες ἄρτι· οὕτω γὰρ δεῖ πληρωθῆναι πᾶσαν δικαιοσύνην·» νῦν δὲ πρὸς τοὺς οἰκείους μαθητάς· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ἄλλοτε δὲ νίψας αὐτῶν τοὺς πόδας, μεθ' ἕτερα καὶ ταῦτα ἔφη· «Ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ποιῶ, καὶ ὑμεῖς ποιῆτε.» Αὐτὸς τοίνυν πρότερος ὥδευσεν τὴν τῆς δικαιοσύνης ὁδὸν, καὶ μετέβαλε τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ τὴν τραχεῖαν εἰς ὁδοὺς λείας, καὶ γέγονεν ἡμῖν ὁδὸς, ᾗ φησὶν αὐτὸς ὁ Δεσπότης· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ.» ΕΡΜΗΝ. ΤΟΥ ΠΕʹ ΨΑΛΜΟΥ. «Προσευχὴ τῷ Δαβίδ.» Ὁ μὲν μακάριος Δαβὶδ, κατὰ τὴν ἐπιγραφὴν, προσενήνοχε τὴν προσευχὴν τῷ Δεσπότῃ Θεῷ, ἐπικουρίας τινὸς ἀπολαῦσαι δεόμενος. Προθεσπίζει δὲ καὶ τὴν τῶν Ἀσσυρίων τὴν κατὰ τῆς Ἱερουσαλὴμ προσβολὴν, καὶ τοῦ Ἐζεκίου δὲ τὴν πρὸς τὸν Θεὸν ἐλπίδα. Προαγορεύει δὲ καὶ τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν, καὶ σωτηρίαν. αʹ. «Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.» Ταπεινοῦ φρονήματος τῆς προσευχῆς τὸ προοίμιον. Τῆς γὰρ δικαιοσύνης ἄμφω κεκτημένοι τὸν πλοῦτον, καὶ ὁ θεσπέσιος Δαβὶδ, καὶ ὁ θαυμάσιος Ἐζεκίας, τοῦτον μὲν οὐχ ἑώρων, εἰς δὲ τὴν τῆς φύσεως πενίαν ἐπέβλεπον, καὶ τὸν Θεὸν ἠντιβόλουν οἰκτεῖραι ταύτην πτωχείᾳ συνεζευγμένην. Τὸ δὲ, «Κλῖνον, Κύριε, τὸ οὖς σου,» ἐκ μεταφορᾶς τέθεικεν ἀῤῥώστου τινὸς ὑπ' ἀσθενείας γεγωνότερον οὐ δυναμένου λαλεῖν, καὶ τὸν ἰατρὸν προσκλίνειν τῷ στόματι τὴν ἀκοὴν ἀναγκάζοντος. βʹ. «Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι.» Οὐκ ἐναντία ὁ Προφήτης ἐφθέγξατο, πτωχὸν ὁμοῦ καὶ ὅσιον ὀνομάσας· ἀλλ' ἐπειδὴ καὶ οὗτος κἀκεῖ-