Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1556
Not analysed yet
νος πολεμίους εἶχον ἀδίκους καὶ παρανόμους, οὐδὲν μὲν παρ' αὐτῶν ἠδικημένους, ἀδίκου δὲ σφαγῆς ἐφιεμένους. Ὅσιον δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἐζεκίαν ὠνόμασεν, οὐδεμίαν αἰτίαν δεδωκότας τοῖς πολεμίοις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Πτωχός εἰμι καὶ πένης κατ' ἐμαυτὸν κρινόμενος, καὶ οὐδεμίαν ἀρετῆς ἔχω περιουσίαν· τοῖς μέντοι πολεμίοις παραβαλλόμενος, ὅσιος ἀποφανθήσομαι. Οἱ μὲν γὰρ δυσσεβεῖς καὶ παράνομοι· ἐγὼ δὲ τὴν σὴν ἐπίγνωσιν ἔχω· καὶ οἱ μὲν ἀδίκως ἐπίασιν· ἐγὼ δὲ τὴν ἄδικον προσδέχομαι προσβολήν. [Ταῦτα δ' ἂν εἴποι καὶ μέχρι τοῦ παρόντος καὶ παντὸς βίου ὁ παρὰ τὸ δοκοῦν αὐτῷ τῷ δικαίῳ πολεμούμενος ὑπὸ τῶν ἀδικεῖν ἐθελόντων. Καλῶς οὖν ἔχων διὰ τῶν ἑξῆς ἔφησε·] «Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.» Ἐγὼ ἤλπισά σοι, Δέσποτα, σῶσον· δὸς τῇ ἐλπίδι τῆς σωτηρίας ἀντίδοσιν. γʹ. «Ἐλέησόν με, Κύριε, ὅτι πρός σε κεκράξομαι ὅλην τὴν ἡμέραν.» Τὴν σήν μοι, Δέσποτα, φιλανθρωπίαν παράσχου· διηνεκῶς γὰρ τὸν σὸν ἔλεον ἐπαγγέλλω. Τὸ γὰρ ὅλην τὴν ἡμέραν Σύμμαχος καθ' ἑκάστην ἡμέραν εἴρηκεν. δʹ. «Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου· [Καὶ τίνος ἕνεκεν λέγει.] «Ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου.» Λῦσον τὴν ἀθυμίαν τῷ τὴν σὴν δουλείαν ἀσπαζομένῳ, καὶ παράσχου θυμηδίαν ψυχῇ πρός σε νευούσῃ [καὶ τὸν σὸν ἔλεον προσμενούσῃ]. εʹ. «Ὅτι σὺ, Κύριε, χρηστὸς, καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.» Πέφυκας ἀγαθὸς, καὶ φιλάνθρωπος, καὶ χορηγεῖς τοῖς δεομένοις τὰς τοῦ ἐλέου πηγάς. Τὸ δὲ ἐπιεικὴς Ἀκύλας καὶ Θεοδοτίων ἱλαστὴς εἰρήκασι. Καὶ ἡ ἐπιείκεια τοίνυν τὴν μακροθυμίαν αἰνίττεται. ϛʹ. «Ἐνώτισαι ὁ Θεὸς τὴν προσευχήν μου· καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.» Τοσαύτῃ τοίνυν ἀγαθότητι χρώμενος, εὐμενῶς μου δέξαι τὴν δέησιν. [Ὁμοῦ δὲ καὶ τὸν καιρὸν ἐσήμανε διὰ τῶν ἑξῆς, ἐν ᾧ ἠντιβόλει τὴν ἱκετείαν δεκτὴν γενέσθαι]. ζʹ. «Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ, ὅτι ἐπήκουσάς μου.» Πεῖραν ἔχων τῆς σῆς ἡμερότητος, προσφέρω τὴν ἱκετείαν· καὶ ἤδη γὰρ ἀντιβολήσαντί μοι τὴν αἴτησιν ἔδωκας. ηʹ. «Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.» Ἐπειδὴ Ῥαψάκης ὁ δυσσεβὴς τοῖς ἀλαζονικοῖς ἐκείνοις ἐχρήσατο λόγοις· «Μὴ ἠδυνήθησαν οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος ῥύσασθαι τὴν